Ancient Greek
Book 8
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 8.46
Not analysed yet
Ταῦτα μὲν οὖν ἅπαντα ἐν τῷ Φαίδωνι γέγραφεν· ἐν δὲ τῷ δεκάτῳ τῆς Πολιτείας οὕτω φησίν· «Τῶν δὲ δὴ ἀποθανόντων ἐπὶ στρατείας, ὃς ἂν εὐδοκιμήσας τελευτήσῃ, ἆρ' οὐ πρῶτον μὲν τοῦ χρυσοῦ γένους εἶναι φήσομεν; —Πάντων μάλιστα.» Καὶ μετ' ὀλίγα· «Τί δέ; οὐ μέλλομεν τὸν λοιπὸν χρόνον, ὡς δαίμονας γεγονότας, οὕτω θεραπεύειν τε καὶ προσκυνεῖν αὐτῶν τὰς θήκας; τὰ αὐτὰ δὲ νομιοῦμεν, ὅταν τις γήρᾳ ἤ τινι ἄλλῳ τρόπῳ τελευτήσῃ τῶν ὅσοι ἂν διαφερόντως ἐν τῷ βίῳ ἀγαθοὶ κριθῶσιν.»