Ancient Greek
Book 8
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 8.47
Not analysed yet
Κἀν τῷ Κρατύλῳ δὲ τόνδε τὸν λόγον διεύρυνεν· ἐπαινεῖ γὰρ τὸν Ἡσίοδον καὶ τοὺς ἄλλους γε ποιητὰς εἰρηκότας· «ὡς ἐπειδάν τις ἀγαθὸς ὢν τελευτήσῃ, μεγάλην μοῖραν καὶ τιμὴν ἐκεῖ ἔχει, καὶ γίνεται δαίμων κατὰ τὴν τῆς φρονήσεως ἐπωνυμίαν· ταύτῃ οὖν τίθεμαι κἀγὼ τὸν δαήμονα ἄνδρα.» Ὁ δέ γε Ἡσίοδος περὶ τοῦ χρυσοῦ γένους ταῦτα ἔφη· αὐτὰρ ἐπειδὴ τοῦτο γένος κατὰ μοῖρ' ἐκάλυψεν, οἱ μὲν δαίμονες ἁγνοὶ ἐπιχθόνιοι καλέονται, ἐσθλοί, ἀλεξίκακοι, φύλακες θνητῶν ἀνθρώπων.