Ancient Greek
Book 8
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 8.48
Not analysed yet
Εἰ τοίνυν καὶ ὁ ποιητὴς καὶ ἐσθλοὺς καὶ ἀλεξικάκους καὶ φύλακας θνητῶν ἀνθρώπων τοὺς ἄριστα βεβιωκότας, εἶτα τελευτήσαντας, προσηγόρευσεν, ἐκράτυνε δὲ τοῦ ποιητοῦ τὸν λόγον τῶν φιλοσόφων ὁ ἄριστος καὶ χρῆναι ἔφη καὶ θεραπεύειν τούτων καὶ προσκυνεῖν τὰς θήκας, τί δήποτε μέμφεσθε τοῖς παρ' ἡμῶν γινομένοις, ὦ βέλτιστοι; Τοὺς γὰρ ἐν εὐσεβείᾳ λάμψαντας καὶ ὑπὲρ ταύτης τὴν σφαγὴν δεξαμένους, ἀλεξικάκους ἡμεῖς καὶ ἰατροὺς ὀνομάζομεν, οὐ δαίμονας καλοῦντες—μὴ οὕτω λυττήσαιμεν—ἀλλὰ Θεῷ φίλους καὶ εὔνους θεράποντας, παρρησίᾳ χρωμένους καὶ τῶν ἀγαθῶν ἡμῖν ἐπαγγέλλοντας τὴν φοράν.