Ancient Greek
Book 8
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 8.61
Not analysed yet
οὔτε γὰρ τάφους ἔχουσιν ἐπισήμους οὔτε δημοθοινίαις ἐτησίοις γεραίρονται. Τίς γὰρ δὴ οἶδε τὸν Ξέρξου γε τάφον ἢ τὸν Δαρείου; τίς δὲ τὸν Ἀλεξάνδρου, τοῦ τοσούτων ἐθνῶν ἐν ὀλιγίστῳ γε χρόνῳ κρατήσαντος; Καὶ τί λέγω τοὺς παλαιούς; οὐδὲ γὰρ τὸ Αὐγούστου σῆμα δῆλόν ἐστιν ἢ τῶν ἄλλων, ὅσοι μετὰ τοῦτον τὴν Ῥωμαίων ἰθύναντες βασιλείαν ἠγνόησαν τὸν ταύτης δοτῆρα καὶ χορηγόν, μόνων δὲ τῶν εὐσεβῶν βασιλέων οἱ τάφοι δῆλοι καὶ γνώριμοι, οἱ δὲ τῶν μεταξὺ δυσσεβῶς βεβασιλευκότων φαίνονται μέν, τιμῆς δὲ οὐδὲ σμικρᾶς ἀπολαύουσιν· οὐ μόνον γὰρ τῆς βασιλικῆς ἀπεστέρηνται, ἀλλὰ καὶ ἧς οἱ τῶν ἰδιωτῶν μετεσχήκασιν.