Ancient Greek
Book 8
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 8.8
Not analysed yet
Οὐ γὰρ ὁρωμένην τινὰ τοῖς θιασώταις ἐπιδείκνυσι βασιλείαν, ἁλουργίδι κοσμουμένην καὶ στεφάνῳ λαμπρυνομένην καὶ τῷ τῶν ἀσπιδηφόρων καὶ δορυφόρων καὶ πλήθει καὶ μεγέθει σεμνυνομένην καὶ τόσην ἔχουσαν στρατιὰν καὶ στρατηγοὺς ἀριστεύειν ἐν πολέμοις δεδιδαγμένους καὶ τἄλλα, ὅσα πολυθρυλήτους τοὺς κεκτημένους ποιεῖ, ἀλλὰ σπήλαιον καὶ φάτνην καὶ παρθένον χερνῆτιν καὶ βρέφος εὐτελέσι σπαργάνοις ἐνειλημένον καὶ ἐπὶ κενῆς ἐρριμμένον τῆς φάτνης καὶ χωρίον ἄδοξον καὶ σμικρόν, ἐν ᾧ ταῦτα ἐγένετο, καὶ αὖ πάλιν πενίαν αὐξηθέντος τοῦ βρέφους καὶ πεῖναν καὶ δίψος καὶ τὸν ἐξ ὁδοιπορίας πόνον καὶ μετὰ ταῦτα τὸ παρὰ πάντων ᾀδόμενον πάθος, τὰς ἐπὶ κόρρης πληγάς, τὰς κατὰ νώτου μάστιγας, τὸ ἰκρίον, τοὺς ἥλους, τὴν χολήν, τὸ ὄξος, τὸν θάνατον.