Ancient Greek
Book 9
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 9.11
Not analysed yet
Τοιοῦτος μὲν δὴ οὗτος καὶ ὁ περὶ τούτου χρησμός. Ἀλλ' οὔτε τὸ πολὺ τοῦ νομοθέτου κλέος οὔτε τῆς Σπάρτης ἡ περιφάνεια οὔτε ὁ τοῦ Πυθίου χρησμὸς ἠνάγκασεν Ἀργείους ἢ Τεγεάτας ἢ Μαντινεῖς ἢ Κορινθίους, μάλα πλησίον οἰκοῦντας, τὴν Λακεδαιμονίων καταδέξασθαι πολιτείαν. Καὶ τί λέγω τοὺς ἄλλους; Φλιάσιοι γὰρ πόλισμα μὲν οἰκοῦσι σμικρόν, ἀεὶ δὲ τὴν Λακεδαιμονίων ἡγεμονίαν ἠγάπησαν καὶ τούτων ἦσαν ὑπόσπονδοι, ἀλλ' ἤγοντο μὲν ὑπ' ἐκείνων καὶ ξυνεπολέμουν ἀεί, τοῖς δὲ ἐκείνων οὐκ ἐχρήσαντο νόμοις.