Ancient Greek
Book 9
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 9.12
Not analysed yet
Καὶ ἵνα τοὺς ἄλλους νομοθέτας παρῶ, Ἄπιν τὸν Ἀργείων καὶ Μνήσωνα τὸν Φωκέων καὶ τὸν Κυρηναίων Δημώνακτα καὶ Παγώνδην τὸν Ἀχαιῶν καὶ τὸν Κνιδίων Ἀρχίαν καὶ Εὔδοξον τὸν Μιλησίων καὶ Φιλόλαον τὸν Θηβαίων καὶ Πιττακὸν τὸν Μιτυληναίων καὶ Νέστορα τὸν Πυλίων, οὗ τοὺς λόγους μέλιτος γλυκυτέρους ἐκάλεσεν Ὅμηρος, ἵνα τούτους καὶ τοὺς τῶν ἄλλων ἐθνῶν νομοθέτας παρῶ, Σόλων ὁ πολυθρύλητος καὶ Δράκων καὶ Κλεισθένης νομοθέται Ἀθηναίων ἐγένοντο. Ἀλλ' οὔτε Μεγαρέας οὔτε Εὐβοέας οὔτε Θηβαίους, ὁμόρους γε ὄντας καὶ ἄγαν πλησιοχώρους, τοῖς τοῦ Σόλωνος ἢ τοῦ Δράκοντος ἢ τοῦ Κλεισθένους ὑπακοῦσαι νόμοις ἔπεισαν Ἀθηναῖοι. Καὶ αὐτοὶ δὲ Ἀθηναῖοι τούτοις ἐρρῶσθαι