Ancient Greek
Book 9
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 9.26
Not analysed yet
Καὶ τί λέγω ἄνδρας τε καὶ γυναῖκας; οὐδὲ γὰρ μειρακίων τὰ πρῶτα στοιχεῖα πεπαιδευμένων τὰς περὶ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐκβαλεῖν ἠδυνήθησαν δόξας· καὶ κορυβαντιῶντες καὶ λυττῶντες καὶ τεχνάσμασι καὶ σοφίσμασι κεχρημένοι μυρίοις, τοὺς τῶν ἁλιέων οὐ κατέλυσαν νόμους, ἀλλ' ἰσχυροτέρους πολλῷ πολεμοῦντες ἀπέφηναν καὶ ἀτεχνῶς ἐῴκεσαν τοῖς σβεννύναι μὲν ἐθέλουσι φλόγα, ἔλαιον δὲ ταύτῃ προσφέρουσι καὶ σφοδροτέραν ἐργαζομένοις.