Ancient Greek
Book 9
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 9.27
Not analysed yet
Καὶ γὰρ δὴ καὶ οὗτοι τῷ κατὰ τῆς εὐσεβείας πολέμῳ κατάδηλον εἰργάσαντο τῆς ἀληθείας τὸ κράτος. Καὶ καθάπερ πάλαι τὴν βάτον ἐκείνην καῖον τὸ πῦρ οὐ κατέκαιεν, οὕτως τοὺς πολεμουμένους τὰ τῶν πολεμούντων οὐκ ἀνήλισκε βέλη· ἀλλ' ὥσπερ τῶν δρυτόμων τὰ δένδρα τεμνόντων, πολλῷ πλείους τῶν τεμνομένων ἐκ τῶν ῥιζῶν παραφυάδες βλαστάνουσιν, οὕτω δὴ τηνικαῦτα τῶν εὐσεβῶν ἀναιρουμένων, πολλαπλάσιοι τῇ τῶν εὐαγγελίων διδασκαλίᾳ προσῄεσαν, καὶ τὸ αἷμα τῶν ἐκτμηθέντων ἀρδεία τοῖς νεοφύτοις ἐγίνετο.