Ancient Greek
Book 9
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 9.28
Not analysed yet
Καὶ μαρτυρεῖ τὰ ὁρώμενα· μυριοπλάσιοι γὰρ τῶν πάλαι πεπιστευκότων οἱ νῦν τῷ τῆς πίστεως ὀνόματι καλλυνόμενοι. Τῶν γὰρ πολεμίων οἱ παῖδες, τὴν τῶν πατέρων βδελυξάμενοι λύτταν, εἰς τὴν τῶν πολεμουμένων μετέβησαν φάλαγγα· καὶ φροῦδα μὲν τὰ τῶν Ἑλλήνων καὶ παντελεῖ παραδέδοται λήθῃ, τέθηλε δὲ τὰ τῶν ἁλιέων, καὶ ὁ παρὰ τούτων κηρυττόμενος Θεὸς εἶναι τῶν ὅλων πεπίστευται. Καὶ τῶν ταῦτα φρονούντων πλήρεις