Ancient Greek
9.29 to 9.30
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 9.29-30
Not analysed yet
μὲν αἱ πόλεις, πλήρεις δὲ αἱ κῶμαι, ἐλεύθερα δὲ τοῦ πλάνου τὰ ὄρη, ἀντὶ γὰρ τῶν βωμῶν ἐκείνων καὶ τῆς παλαιᾶς ἐξαπάτης οἱ τῶν ἀσκητῶν ταῦτα οἰκοῦσι χοροῖ, τὸν ἐσταυρωμένον ὑμνοῦντες καὶ τὸν ἐκείνου Πατέρα καὶ τὸ πανάγιον Πνεῦμα. Εἰ δέ τις ὑπείληφε τὴν τῶν βασιλέων εὐσέβειαν κρατῦναι τῶν ἁλιέων τὰ δόγματα, καὶ ταύτῃ δείκνυσι τὴν τουτωνὶ τῶν δογμάτων ἰσχύν. Οὐ γὰρ ἂν καὶ νόμων παλαιῶν κατεφρόνησαν καὶ ξυγγραμμάτων ἀρχαίων καὶ ἔθους μακροῦ καὶ πατρῴων δογμάτων, εἰ μὴ τῶν μὲν ἐθαύμασαν τὴν ἀλήθειαν, τῶν δὲ τὸ μυθῶδες ἐμίσησαν.