Ancient Greek
Book 9
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 9.44
Not analysed yet
Ἀλλ' ἵνα μὴ παντελῶς τὴν ἐκ τῶνδε τῶν νόμων φυομένην ἀπογυμνοῦντες βλάβην λοιδορεῖσθαι τῷ φιλοσόφῳ δόξωμεν, οὐκ ἐλέγχειν, ἐπὶ τοὺς παγκάλους τῶν γάμων μεταβῶμεν νόμους, μετρίους τοὺς ἐλέγχους ποιούμενοι. Ἀκούσωμεν τοίνυν ἐν Πολιτείᾳ λέγοντος· «Ἀνδρῶν τούτων ἁπάντων πάσας εἶναι γυναῖκας κοινάς, ἰδίᾳ δὲ μηδεμίαν μηδενὶ ξυνοικεῖν· καὶ τοὺς παῖδας αὖ κοινούς, καὶ μήτε γονέα ἔκγονον εἰδέναι τὸν αὑτοῦ, μήτε παῖδα γονέα.»