Ancient Greek
Book 9
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 9.45
Not analysed yet
Εἶτα ἐπιξυνάπτει· «Εἷς μὲν τοίνυν, ἦν δ' ἐγώ, νομοθέτης αὐτοῖς ὥσπερ τοὺς ἄνδρας, οὕτως καὶ τὰς γυναῖκας ἐκλέξας, παραδώσει καθόσον οἷόν τε ὁμοφυεῖς. Οἱ δέ, ἅτε δὴ οἰκίας τε καὶ ξυσσίτια κοινὰ ἔχοντες, ἰδίᾳ δὲ οὐδενὸς οὐδὲν τοιοῦτο κεκτημένου, ὁμοῦ δὴ ἔσονται, ὁμοῦ δ' ἀναμεμιγμένων καὶ ἐν γυμνασίοις καὶ ἐν τῇ ἄλλῃ τροφῇ, ὑπ' ἀνάγκης, οἶμαι, τῆς ἐμφύτου ἄξονται πρὸς τὴν ἀλλήλων μῖξιν· ἢ οὐκ ἀναγκαῖά σοι δοκῶ λέγειν; —Οὐ γεωμετρικαῖς γε, ἦ δ' ὅς, ἀλλ' ἐρωτικαῖς ἀνάγκαις, αἳ κινδυνεύουσιν ἐκείνων δριμύτεραι εἶναι πρὸς τὸ πείθειν καὶ ἕλκειν τὸν πολὺν λεών.»