Ancient Greek
Book 9
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 9.64
Not analysed yet
Θαυμάσατε, ὦ ἄνδρες, τοῦ σκυτοτόμου τὴν γλῶτταν καὶ τὸν διὰ ταύτης φθεγξάμενον προσκυνήσατε. Εἰ δὲ βούλεσθε, καὶ τοὺς φονικοὺς καταμάθετε νόμους. Ὁ μὲν γὰρ φιλόσοφος οὐδὲ τὸν ἀπεκτονότα πατέρα τὴν ἴσην ὑποσχεῖν τιμωρίαν ἐκέλευσεν, ὁ δὲ Σωτὴρ ὁ ἡμέτερος καὶ λοιδορίαν κολάζει παρὰ καιρὸν γινομένην καὶ θυμὸν ἀδίκως κινούμενον· «Πᾶς» γὰρ ἔφη «ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῇ ἔνοχος ἔσται τῇ κρίσει· ὃς δ' ἂν εἴπῃ ῥακά, ἔνοχος ἔσται τῷ συνεδρίῳ· ὃς δ' ἂν εἴπῃ μωρέ, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός.»