Ancient Greek
Book 9
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 9.65
Not analysed yet
Καὶ λόγων δὲ ἀργῶν εὐθύνας ἀπαιτήσειν ἠπείλησεν. Καὶ οὐ μόνον τοὺς φίλους εὐεργετεῖν, ἀλλὰ καὶ τοὺς ἐχθροὺς ἐκέλευσεν εὖ ποιεῖν· «Ἀγαπᾶτε» γὰρ ἔφη «τοὺς ἐχθροὺς ὑμῶν καὶ εὔχεσθε ὑπὲρ τῶν διωκόντων ὑμᾶς.» Εἶτα καὶ δείκνυσιν ἆθλον τὴν τῶν ἀγωνιζομένων ὑπερβαῖνον ἀξίαν· ἔφη γάρ· «Ἵνα γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς· ὅτι ἀνατέλλει τὸν ἥλιον αὐτοῦ ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους.»