Ancient Greek
Book 9
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 9.66
Not analysed yet
Καὶ περὶ ὅρκων δὲ νόμους τιθείς, καὶ αὐτοὺς ἀπαγορεύει τοὺς ὅρκους, ἀποχρῆν λέγων τὸ «ναὶ» καὶ τὸ «οὒ» πρὸς τὴν τῶν λεγομένων βεβαίωσιν. Καὶ τὸν ἀκτήμονα δὲ βίον τελειότατον ἔφη· «Ὃς γὰρ ἄν» φησι «μὴ ἀποτάξηται πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ, οὐ δύναταί μου εἶναι μαθητής.» Ἀλλ' ὅμως καὶ οὕτως ἀκριβῆ πολιτείαν νομοθετῶν, οὐδέν τι τερπνὸν κατὰ τόνδε τὸν βίον ἢ θυμῆρες δώσειν ὑπέσχετο, ἀλλὰ πενίαν καὶ ταλαιπωρίαν καὶ λοιδορίας καὶ μάστιγας καὶ διαφόρους σφαγάς· «Ἐν τῷ κόσμῳ» γὰρ ἔφη «θλίψιν ἔχετε» καί· «Μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσι καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ· χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.»