Ancient Greek
Volume 83
Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium 83.353
Not analysed yet
Οὗτος προφανῶς λαγνεύειν τοῖς Καρποκράτους προστέθεικε δόγμασι· κοινὰς γὰρ εἶναι τὰς γυναῖκας ἐνομοθέτησεν. Οὗ δὴ χάριν, οὐκ ἐν τοῖς κοινοῖς δείπνοις μόνον, τὸ λυχνιαῖον φῶς ἐκποδὼν ποιούμενοι, ᾗπερ ἂν ἕκαστος ἐπέτυχε συνεμίγνυτο· ἀλλὰ δὴ καὶ τελετὴν τὴν τοιαύτην ἀκολασίαν ὑπειλήφεσαν μυστικήν. Καὶ τούτου δὴ μάρτυρα τὸν Στρωματέα παρέξομαι Κλήμεντα, ἱερὸν ἄνδρα, καὶ πολυπειρίᾳ ἅπαντας ἀπολιπόντα. Λέγει δὲ οὕτως ἐν τῷ τρίτῳ τῶν Στρωματέων· «Εἰσὶ δὲ οἳ τὴν πάνδημον Ἀφροδίτην κοινωνίαν μυστικὴν ὀνομάζουσιν, ἐνυβρίζοντες καὶ τῷ ὀνόματι.» Εἶτά τινα ὑπειπὼν κατὰ τῆς τούτων συώδους ἀκολασίας, ἐπιφέρει καὶ ταῦτα· «Οἱ γὰρ τρισάθλιοι τὴν σαρκικὴν καὶ τὴν συνουσιαστικὴν κοινωνίαν ἱεροφαντοῦσι, καὶ ταύτην οἴονται εἰς τὴν βασιλείαν αὐτοὺς ἀνάγειν τοῦ Χριστοῦ. Εἰς τὰ χαμαιτυπεῖα μὲν οὖν ἡ τοιάδε εἰσάγει κοινωνία, καὶ δὴ συμμέτοχοι εἶεν ἂν αὐτοῖς οἱ σύες καὶ οἱ τράγοι· εἶεν δ' ἂν ἐν ταῖς μείζοσι παρ' αὐτοῖς ἐλπίσιν αἱ προεστῶσαι τοῦ τέγους πόρναι, ἀνέδην ἐκδεχόμεναι τοὺς βουλομένους ἅπαντας.» Προσθεὶς δὲ καὶ ἕτερα παραπλήσια, ἐπήγαγε· «Τοιαῦτα καὶ οἱ ἀπὸ Προδίκου ψευδωνύμως Γνωστικοὺς σφᾶς αὐτοὺς ἀναγορεύοντες δογματίζουσιν.» Ζʹ. —Περὶ Βαλεντίνου. Ἐκ τούτων πασῶν τῶν αἱρέσεων ὁ Βαλεντῖνος λαβὼν ἀφορμὰς, τοὺς ἀπεράντους αὑτοῦ συνέθηκε μύθους. Συνεστήσατο δὲ τὴν αἵρεσιν ἐπ' Ἀντωνίνου τοῦ πρώτου. Ὑπέθετο δὲ πρῶτον Αἰῶνα τέλειον, ὃν καὶ Προαρχὴν, καὶ Προπάτορα, καὶ Βυθὸν καλεῖ· Ἔννοιαν δέ τινα συνυπάρχειν αὐτῷ, Χάριν καὶ Σιγὴν καλουμένην. Τοῦτον ἔφησεν ἐπὶ αἰῶσιν ἀπείροις τὴν ἡσυχίαν ἀσπάσασθαι· χρόνῳ δὲ ὕστερον ἐξ ἀμφοτέρων τὸν Νοῦν γενέσθαι καὶ τὴν Ἀλήθειαν. Μονογενῆ δὲ τὸν Νοῦν ὀνομάζουσι. Τὰς δὲ δύο ταύτας συζυγίας Πυθαγορικὴν ὀνομάζουσι τετρακτὺν, καὶ ῥίζαν πάντων καλοῦσιν. Ἐκ δὲ τοῦ Νοῦ καὶ τῆς Ἀληθείας προβληθῆναί φησι Λόγον καὶ Ζωήν· ἐκ δὲ τοῦ Λόγου καὶ τῆς Ζωῆς, Ἄνθρωπον καὶ Ἐκκλησίαν. Τὰς δὲ τέτταρας συζυγίας, ἀρχίγονον Ὀγδοάδα, καὶ ῥίζαν, καὶ ὑπόστασιν πάντων. Καὶ πρῶτον Αἰῶνα εἶναί φασιν, εἶτα τὸν Λόγον καὶ τὴν Ζωήν. Μετὰ τὴν τοῦ Ἀνθρώπου καὶ τῆς Ἐκκλησίας προβολὴν, ἄλλους προβαλεῖν Αἰῶνας δέκα, Βύθιον καὶ Μίξιν, Ἀγήρατον καὶ Ἕνωσιν, Αὐτοφυῆ καὶ Ἡδονὴν, Ἀκίνητον καὶ Σύγκρισιν, Μονογενῆ καὶ Μακαρίαν. Ἐκ δὲ Ἀνθρώπου καὶ τῆς Ἐκκλησίας ἕτεροι Αἰῶνες προεβλήθησαν δυοκαίδεκα, Παράκλητος καὶ Πίστις, Πατρικὸς καὶ Ἐλπὶς, Μητρικὸς καὶ Ἀγάπη, Ἀείνους καὶ Σύνεσις,