Ancient Greek
Volume 83
Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium 83.425
Not analysed yet
Ζʹ. —Περὶ τῶν ἐν Αἰγύπτῳ Μελετιανῶν. Ἐν Ἀλεξανδρείᾳ τῇ πρὸς Αἰγύπτῳ, καθ' ὃν καιρὸν Ἄρειος τῆς κατὰ Μονογενοῦς ἤρξατο βλασφημίας, Μελέτιός τις ἐπίσκοπος κατὰ τῆς Ἀλεξάνδρου τοῦ μεγάλου στασιάσας ἡγεμονίας, πολλαῖς πόλεσι καὶ ἐπισκόπους ἐχειροτόνησε, καὶ πρεσβυτέρους, καὶ διακόνους, οὐ καινῆς αἱρέσεως προστατεύων, ἀλλὰ ταὐτὰ μὲν τῇ Ἐκκλησίᾳ φρονῶν, τὸ δὲ τῆς φιλαρχίας εἰσδεξάμενος πάθος. Τοῦτον οἱ ἐν Νικαίᾳ συνεληλυθότες ἁγιώτατοι Πατέρες τῶν τῆς Ἐκκλησίας ἀπέστησαν πηδαλίων· τοὺς δὲ παρ' αὐτοῦ χειροτονηθέντας τῶν παρανόμως δοθέντων ἐγύμνωσαν. Ἐντεῦθεν τὸ τῶν Μελετιανῶν ἐν Αἰγύπτῳ ῥῆγμα συνέστη. Ἀλλ' ἐκεῖνος μὲν οὐδὲν τῶν τῆς εὐσεβείας δογμάτων ἐκαινοτόμησεν· οὗτοι δὲ, τὴν αἵρεσιν τὴν Ἀρείου παρὰ τῶν τηνικαῦτα βασιλευόντων κρατυνομένην ἰδόντες, εἰς ἐκείνην ἀπέκλιναν. Νῦν δέ γέ φασιν αὐτοὺς ταύτης μὲν ἀπαλλαγῆναι τῆς νόσου, ἰδικῶς δὲ διάγειν, ὑφ' ἑτέρων μὴ βουλομένους ἰθύνεσθαι, καὶ τὴν πρὸς τὰς Ἐκκλησίας παραιτεῖσθαι συνάφειαν. Ταύτῃτοι, ὡς αὐτόνομοι, καὶ τὰ καταγέλαστα ἐκεῖνα προσεπενόησαν, τὸ παρ' ἡμέραν μὲν ὕδατι τὸ σῶμα καθαίρειν, μετὰ δὲ κρότου χειρῶν, καί τινος ὀρχήσεως, τὰς ὑμνῳδίας ποιεῖσθαι, καὶ κώδωνας πολλοὺς κάλου τινὸς ἐξηρτημένους κινεῖν, καὶ τὰ ἄλλα ὅσα τούτοις ἐστὶ παραπλήσια. Οὗ δὴ χάριν αὐτοῖς ὁ μέγας ἐκεῖνος Ἀθανάσιος πολεμῶν διετέλεσεν. Ηʹ. —Περὶ Ἀπολιναρίου. Ἀπολινάριος δὲ ὁ Λαοδικεὺς ἐν ἐνίοις συγγράμμασι τὸν περὶ τῆς Τριάδος οὐ παρέφθειρε λόγον· ἀλλ' ὁμοίως ἡμῖν καὶ τὴν μίαν τῆς Θεότητος οὐσίαν, καὶ τὰς τρεῖς ὑποστάσεις ἐκήρυξεν· ἐν ἐνίοις δὲ βαθμοὺς ἀξιωμάτων ὡρίσατο, ἑαυτὸν διανομέα τῆς θείας χειροτονήσας νομῆς. Αὐτοῦ γάρ ἐστιν εὕρεμα, τὸ, Μέγα, μεῖζον, μέγιστον· ὡς μεγάλου μὲν ὄντος τοῦ Πνεύματος, τοῦ δὲ Υἱοῦ μείζονος, μεγίστου δὲ τοῦ Πατρός. Τί δὲ τούτου γένοιτ' ἂν γελοιότερον; Εἰ γὰρ μίαν εἶναι τῆς Τριάδος τὴν οὐσίαν τῷ ὄντι φησὶν, πῶς τὴν αὐτὴν καὶ σμικρὰν καὶ μεγάλην ὑπείληφεν; Ἐν μὲν γὰρ τοῖς σώμασιν ἡ ποσότης καὶ ἡ πηλικότης τὰ τοιαῦτα μέτρα ποιεῖ· ἡ δὲ τούτων ἐλευθέρα φύσις οὐδὲ τούτων ἐπιδέχεται μέτρα. Ἀλλὰ νῦν οὐκ ἀντειπεῖν, ἀλλὰ δεῖξαι τὰς διαφόρους προεθέμεθα δόξας. Ἐν ἐνίοις τοίνυν πάλιν οὗτος συγγράμμασι τὰς τῶν ὑποστάσεων συνέχεεν ἰδιότητας, καὶ ταὐτὸ δέδρακεν ἐπὶ τῆς Τριάδος, ὅπερ ἐπὶ τῆς οἰκονομίας ἐτόλμησεν. Ὅθεν καὶ τὴν τοῦ Σαβελλισμοῦ κατηγορίαν ἐδέξατο, σαρκωθῆναί τε τὸν Θεὸν ἔφησε Λόγον, σῶμα καὶ ψυχὴν ἀνειληφότα, οὐ τὴν λογικὴν, ἀλλὰ τὴν ἄλογον, ἣν