Ancient Greek
Book 1, Chapter 12
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 1.12.13
Not analysed yet
παραστατικὸν δ᾿ εἶναι >τὸ ὁμοούσιον τῷ πατρὶ τοῦ μηδεμίαν ἐμφέρειαν πρὸς τὰ γενητὰ >κτίσματα τὸν υἱὸν τοῦ θεοῦ φέρειν. μόνῳ δὲ τῷ πατρὶ τῷ >γεγεννηκότι κατὰ πάντα τρόπον ἀφωμοιῶσθαι καὶ μὴ εἶναι ἐξ ἑτέρας τινὸς >ὑποστάσεώς τε καὶ οὐσίας ἀλλ’ ἐκ τοῦ πατρός. ᾦ καὶ αὐτῷ, τοῦτον >ἑρμηνευθέντι τὸν τρόπον, καλῶς ἔχειν ἐφάνη συγκατατίθεσθαι, ἐπεὶ >καὶ τῶν παλαιῶν λογίους τινὰς καὶ ἐπιφανεῖς ἐπισκόπους καὶ συγ- >γραφέας ἔγνωμεν ἐπὶ τῆς τοῦ πατρὸς καὶ υἱοῦ θεολογίας τῷ τοῦ >ὁμοουσίου συγχρησαμένους ὀνόματι.