Ancient Greek
1.12.14 to 1.12.18
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 1.12.14-18
Not analysed yet
ταῦτα μὲν περὶ τῆς ἐκτεθείσης >εἰρήσθω πίστεως· ᾗ συνεφωνήσαμεν οἱ πάντες, οὐκ ἀνεξετάστως >ἀλλὰ κατὰ τὰς ἀποδοθέίσας διανοίας ἐπ’ αὐτοῦ τοῦ θεοφιλεστάτου >βασιλέως ἐξετασθείσας καὶ τοῖς εἰρημένοις λογισμοῖς. >Καὶ τὸν ἀναθεματισμὸν δὲ τὸν μετὰ τὴν πίστιν πρὸς αὐτῶν >τεθέντα δεκτὸν εἶναι ἡγησάμεθα, διὰ τὸ ἀπείργειν ἀγράφοις >φωναῖς, δι’ ἃς σχεδὸν ἡ πᾶσα γέγονε σύγχυσις καὶ ἀκαταστασία >ἐκκλησίας. μηδεμιᾶς γοῦν θεοπνεύστου γραφὴς τῷ »ἐξ οὐκ >καὶ τῷ »ἠν ποτε ὅτε οὐκ ἠν« καὶ τοῖς ἑξῆς ἐπιλεγομένοις >οὐκ εὔλογον ἐφάνη ταῦτα λέγειν καὶ διδάσκειν. ᾦ καὶ αὐτῷ καλῶς >δόξαντι συνεθέμεθα, ἐπεὶ μηδὲ ἐν τῷ πρὸ τούτου χρόνῳ >εἰώθειμεν συγχρῆσθαι τοῖς ῥήμασιν. >Ἔτι μὴν τὸ ἀναθεματίζεσθαι τὸ »πρὸ τοῦ γεννηθῆναι οὐκ >οὐκ ἄτοπον ἐνομίσθη, τῷ παρὰ πᾶσιν ὁμολογεῖσθαι εἶναι αὐτὸν >τοῦ θεοῦ καὶ πρὸ τῆς κατὰ σάρκα γεννήσεως. Ἤδη δὲ ὁ θεοφιλέ- >στατος ἡμῶν βασιλεὺς τῷ λόγῳ κατεσκεύαζε καὶ κατὰ τὴν >αὐτοῦ γέννησιν τὸ πρὸ πάντων αἰώνων εἶναι αὐτόν, ἐπεὶ καὶ >ἐνεργείᾳ γεννηθῆναι δυνάμει ἢν ἐν τῷ πατρὶ ἀγεννήτως, ὄντος >πατρὸς ἀεὶ πατρός, ὡς καὶ βασιλέως ἀεὶ καὶ σωτῆρος καὶ >πάντα ὄντος, ἀεί τε Λαὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχοντος. ταῦτα >ὑμῖν ἀναγκαίως διεπεμψάμεθα, ἀγαπητοί, τὰ κεκριμένα τῆς >ἐξετάσεώς τε καὶ συγκαταθέσεως φανερὰ καθιστῶντες, ὡς >τότε μὲν καὶ μέχρις ὑστάτης ὥρας ἱστάμεθα, ὅθ’ ἡμῖν τὰ >γραφέντα προσέκοπτε, τότε δὲ ἀφιλονείκως τὰ μὴ λυποῦντα >δεξάμεθα, ὅθ᾿ ἡμῖν εὐγνωμόνως τῶν λόγων ἐξετάζουσι τὴν >ἐμφανῆ σύμπραξιν ἔχειν ἔδοξε τοῖς ὑφ’ ἡμῶν αὐτῶν ἐν τῇ >θείσῃ πίστει ὡμολογημένοις«