Ancient Greek
Book 1, Chapter 13
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 1.13.1
Not analysed yet
Ὅτι μὲν οὖν οὐ καινή τις ἡ τοῦ ὁμοουσίου πρόσρησις οὐδὲ ὑπὸ τῶν τότε συναθροισθέντων πατέρων ἐξευρεθεῖσα, ἀλλ’ ἄνωθεν ἐκ προγόνων εἰς ἐγγόνους καταγομένη, σαφῶς μεμαρτύρηκεν ὁ Εὐσέβιος· ὅτι δὲ καὶ ἄπαντες οἱ τηνικαῦτα συναθροισθέντες συμφώνως τὴν ἐκτεθεῖσαν κατεδέξαντο πίστιν, κἀνταῦθα ἔφη καὶ πάλιν ἐν ἑτέρῳ συγγράμματι μαρτυρεῖ, τοῦ μεγάλου Κωνσταντίνου τὴν πολιτείαν εὐφημίαις γεραίρων. Λέγει δὲ οὕτως·