Ancient Greek · ~3 min
1.4.31 to 1.4.33
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 1.4.31-33
Not analysed yet
διὸ δὴ ὁ κύριος ἡμῶν, φύσει τοῦ πατρὸς υἱὸς τυγχἀ- >νων, ὑπὸ πάντων προσκυνεῖται· οἱ δὲ ἀποθέμενοι τὸ πνεῦμα τῆς δουλείας, ἐξ ἀνδραγαθημάτων καὶ προκοπῆς τὸ τῆς υἱοθεσίας >λαβόντες πνεῦμα, διὰ τοῦ φύσει υἱοῦ εὐεργετούμενοι γίγνονται >αὐτοὶ θέσει υἱοί. >Τὴν μὲν οὖν γνησίαν αὐτοῦ καὶ ἰδιότροπον καὶ φυσικὴν καὶ κατ’ >ἐξαίρετον υἱότητα ὁ Παῦλος οὕτως ἀπεφήνατο, περὶ θεοῦ εἰπών· »ὅς γε τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο, ἀλλ’ ὑπὲρ ἡμῶν δηλον- >ότι τῶν μὴ φύσει υἱῶν) παρέδωκεν αὐτόν‘. πρὸς γὰρ ἀντι- >διαστολὴν τῶν οὐκ ἰδίων αὐτὸν ἴδιον υἱὸν ἔφησεν εἶναι. ἐν δὲ τῷ >Εὐαγγελίῳ· »οὖτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾡ εὐδό- κησα«. ἐν δὲ Ψαλμοῖς ὁ σωτήρ φησιν· »κύριος εἶπε πρός με· >υἱός μου εἶ σύ«. γνησιότητα ἐμφανίζων σημαίνει μὴ εἶναι αὐτοῦ >γνησίους υἱοὺς ἄλλους τινὰς παρ’ αὐτόν.