Ancient Greek · ~10 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ι
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 1-11
Not analysed yet
καὶ ἐν τῷ καιρῷ φησὶν ἐκείνῳ ἀναστήσεται μιχαὴλ ὁ ἄρχων ὁ μέγας ὁ ἐφεστηκὼς τοῖς υἱοῖς τοῦ λαοῦ σου. ὁ γάρ φησι τὴν ὑμετέραν κηδεμονίαν πεπιστευμένος ἀρχάγγελος, εἰς ἐπικουρίαν τῶν τηνικαῦτα πολεμουμένων ἀναστήσεται. καὶ τοῦτο δὲ δι’ ἑτέρας ἑρμηνείας δῆλον τοῖς ἀγνοοῦσι γενήσεται· διὰ γὰρ μαλαχίου τοῦ προφήτου φησὶν ὁ θεὸς πρὸς τοὺς ἰουδαίους· ἰδοὺ ἐγὼ ἀποστελῶ ὑμῖν ἠλίαν τὸν θεσβίτην, πρὶν ἐλθεῖν τὴν ἡμέραν κυρίου, τὴν μεγάλην καὶ ἐπιφανῆ, ὃς ἀποκαταστήσει καρδίαν πατρὸς πρὸς υἱόν, καὶ καρδίαν ἀνθρώπου πρὸς τὸν πλησίον αὐτοῦ μὴ ἐλθὼν πατάξω τὴν γῆν ἄρδην. διδάσκει δὲ ἡμᾶς ὅτι, τοῦ ἀντιχρίστου ἐκεῖνα τολμῶντος, φανήσεται ὁ μέγας ἠλίας ,κηρύττων ἰουδαίοις τὴν τοῦ κυρίου παρουσίαν, καὶ πολλοὺς ἐπιστρέψει· τοῦτο γὰρ λέγει τό· ἀποκαταστήσει καρδίαν πατρὸς πρὸς υἱόν. τουτέστι, τοῖς ἐξ ἐθνῶν πεπιστευκόσι τοὺς ἰουδαίους· τούτους γὰρ ἐκάλεσε πατέρας, ὡς πρεσβυτέρους κατὰ τὴν γνῶσιν. διὰ τοῦτο οὐκ εἶπεν· ἀποκαταστήσει καρδίαν υἱοῦ πρὸς πατέρα· ἀλλὰ, καρδίαν πατρὸς πρὸς υἱόν· τὸν γὰρ ἰουδαῖον πιστεύσαντα συνάψει τῇ ἐκκλησίᾳ· καὶ ἐπειδὴ κατὰ μὲν τὴν γνῶσιν ὁ ἰουδαῖος πρεσβύτερος, μία δὲ καὶ τούτων κἀκείνων ἡ φύσις, εἰκότως ἐπήγαγε· καὶ καρδίαν ἀνθρώπου πρὸς τὸν πλησίον αὐτοῦ, διδάσκων, ὅτι μία μὲν τούτων κἀκείνων ἡ φύσις, ἡ δὲ θεογνωσία ἰουδαίοις πρότερον ἐδόθη. ἀπιστήσαντες δὲ ἔσχατοι ἀπεδείχθησαν· πιστεύσαντες δὲ διὰ τῶν τοῦ μεγάλου ἠλιοῦ κηρυγμάτων, καὶ τοῖς τὴν πεμφθεῖσαν αὐτοῖς σωτηρίαν ἁρπάσασιν ἔθνεσι συναφθέντες, εἰς μίαν τελέσουσιν ἐκκλησίαν. τοῦτο καὶ ἐνταῦθα αἰνίττεται, ὅτι τούτων γινομένων ὑπὸ τοῦ ἀντιχρίστου, ὁ ἅγιος μιχαὴλ ὁ ἀρχάγγελος πάντα πραγματεύσεται, ὥστε τὸν ἠλίαν ἀφικέσθαι καὶ προμηνύσαι τοῦ δεσπότου τὴν παρουσίαν, ἵνα τῆς σωτηρίας τύχωσιν οἱ τηνικαῦτα ἰουδαῖοι. εἶτα διηγούμενος τὴν ὑπερβολὴν τῶν κακῶν, ὧν ὁ δυσσεβὴς ἐκεῖνος διαπράξεται, φησί· καὶ ἔσται καιρὸς θλίψεως, οἵα οὐ γέγονεν ἀφ’ οὗ γέγονε τὸ ἔθνος ἐπὶ τῆς γῆς, καὶ ἕως τοῦ καιροῦ ἐκείνου. τοῦτο δὲ καὶ ὁ κύριος ἐν τοῖς ἱεροῖς εὐαγγελίοις ἔφη· ἔσται γάρ φησι θλίψις, οἵα οὐ γέγονεν ἀπ’ ἀρχῆς αἰῶνος, οὐδὲ μὴ γένηται· καὶ εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι ἐκεῖναι, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· διὰ δὲ τοὺς ἐκλεκτοὺς μου κολοβώσω τὰς ἡμέρας ἐκείνας. συμφωνεῖ τοίνυν τὰ προφητικὰ τοῖς εὐαγγελικοῖς θεσπίσμασι. τούτοις ἐπάγει· καὶ ἐν τῷ καιρῷ ἐκείνῳ σωθήσεται ὁ λαός σου πᾶς ὁ εὑρεθεὶς γεγραμμένος ἐν τῇ βίβλῳ. ἀντὶ τοῦ οἱ τῆς σωτηρίας ἄξιοι, οἱ τῷ κηρύγματι τοῦ ἠλία ὑπακουσόμενοι, οὓς ἄνωθεν καὶ ἐξ ἀρχῆς προγινώσκει· τὴν γὰρ τοῦ θεοῦ γνῶσιν βίβλον ὠνόμασε.