Ancient Greek · ~4 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ι
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 45-2
Not analysed yet
καὶ πήξει, φησί, τὴν σκηνὴν αὐτοῦ ἐν ἀπαδανῷ,ἀνὰ μέσον, φησί, τῶν θαλασσῶν, εἰς ὄρος σαβεὶρ ἅγιον. οὐδὲ τοῦτο δὲ εὑρίσκομεν ὑπὸ ἀντιόχου γεγενημένον. ἐπεὶ εἰπάτωσαν, τίς ὁ τόπος οὗτος, ἐν ᾧ τὴν σκηνὴν αὐτοῦ κατέπηξεν ὁ ἀντίοχος ἀνὰ μέσον τῶν δύο θαλασσῶν διακείμενος; ἀλλ’ οὐχ ἕξουσι δεῖξαι. οὐκοῦν τούτων οὐδὲν οὐδέπω πέρας εἴληφεν, ἀλλὰ γενήσεται ταῦτα πάντα ὑπὸ τοῦ κοινοῦ τῶν ἀνθρώπων ἀλάστορος. σαβεὶρ δὲ πάλιν τὴν τῷ θεῷ ἀνακειμένην καλεῖ γῆν· ἀπαδανὸν δὲ τόπον τινὰ οὕτως ὠνομασμένον, οὐ πόρρω τῶν ἱεροσολύμων διακείμενον· ἐκεῖ γὰρ δέξεται τὸν ὄλεθρον. ἥξει γάρ φησιν ἕως μέρους αὐτοῦ, καὶ οὐκ ἔστιν ὁ ῥυόμενος αὐτόν. ἐκεῖνος γὰρ ὁ τοιαῦτα καὶ τοσαῦτα τετολμηκὼς καὶ τοσούτῳ φρονήματι χρησάμενος, ἐξαίφνης δέξεται τὴν τιμωρίαν, οὐδενὸς αὐτὸν δυναμένου ταύτης ἐλευθερῶσαι. τοῦτο δὲ καὶ ὁ μακάριος σαφῶς λέγει παῦλος· ὃν ὁ κύριος, φησί, ἀνελεῖ τῷ λόγῳ τοῦ στόματος αὐτοῦ. καί· τῷ πνεύματι διὰ χειλέων ἀνελεῖ τὸν ἀσεβῆ.