Ancient Greek · ~5 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, ὅρασις α, τόμος β
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 1-4
Not analysed yet
ἐν τῷ ἔτει τῷ δευτέρῳ τῆς βασιλείας ναβουχοδονόσορ ἐνυπνιάσθη ἐνύπνιον καὶ ἐξέστη τὸ πνεῦμα αὐτοῦ, καὶ ὁ ὕπνος αὐτοῦ ἀπεγένετο ἀπ’ αὐτοῦ . ἐντεῦθεν μανθάνομεν ὡς εὐθὺς καὶ παραχρῆμα τῆς βασιλείας ἀρξάμενος ἐπεστράτευσε τῇ ἰουδαίᾳ ἐν τῷ τρίτῳ ἔτει τῆς βασιλείας ἰωακεὶμ ,καὶ τὸν μὲν ἐκέλευσε φέρειν δασμόν, τοὺς δὲ λαβὼν αἰχμαλώτους εἰς τὴν τῶν ἀσσυρίων ἀπήγαγε χώραν. μαρτυρεῖ δὲ καὶ ἱερεμίας ὁ προφήτης τοῖς χρόνοις οὐτωσὶ λέγων· ὁ λόγος ὁ γενόμενος· ἐπὶ ἱερεμίαν τὸν προφήτην ἐπὶ πάντα τὸν λαὸν ἰούδα ,ἐν τῷ ἔτει τῷ τετάρτῷ τοῦ ἰωακεὶμ υἱοῦ ἰωσίου βασιλέως ἰούδα οὗτος ἐνιαυτὸς πρῶτος τῷ ναβουχοδονόσορ βασιλεῖ βαβυλῶνος εὑρίσκομεν τοίνυν, ἐνταῦθα ὡς τοῦ τρίτου ἔτους τῆς βασιλείας πληρουμένου τῷ ἰωακεὶμ βασιλεύσας ὁ ναβουχοδονόσορ τὴν κατὰ τῶν ἰουδαίων στρατείαν ἐποιήσατο. ἐν ἀρχῇ δὲ τοῦ τετάρτου ἔτους ὁ προφήτης ἱερεμίας παραίνεσιν τῷ λαῷ προσφέρων, ἔφη πρῶτον εἶναι τοῦτον τὸν ἑνιαυτὸν τῷ βασιλεῖ ναβουχοδονόσορ καὶ ὁ μακάριος δὲ δανιὴλ τὴν πρώτην αἰχμαλωσίαν εἰρηκὼς γεγενῆσθαι ἐν ἔτειτρίτῳ τῆς βασιλείας ἰωακεὶμ βασιλέως ἰούδα ἐπήγαγε νῦν· ἐν τῷ ἔτει τῷ δευτέρῳ τῆς βασιλείας ναβουχοδονόσορ ἐνυπνιάσθη ἐνύπνιον . ταῦτα δὲ οὐχ ἁπλῶς προστέθεικε ἀλλ ̓ ἵνα καὶ τὸν χρόνον ἀκριβῶς καταμάθωμεν τούτου γὰρ χάριν καὶ οἱ θεῖοι προφῆται μεμνημένοι τῶν βασιλέων, καὶ τὸν ἀριθμὸν τῶν ἐτῶν ἀναγράφουσιν.