Ancient Greek · ~3 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, ὅρασις α, τόμος β
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 2-2
Not analysed yet
ἐν τῷ ἔτει τοίνυν τῷ δευτέρῳ τῆς βασιλείας ναβουχοδονόσορ ἐνυπνιάσθη ἐνύπνιον καὶ ἐξέστη τὸ πνεῦμα αὐτοῦ καὶ ὁ ὕπνος ἀπέστη ἀπ ̓ αὐτοῦ καὶ εἶπεν ὁ βασιλεὺς τοῦ καλέσαι τοὺς ἐπαοιδοὺς καὶ τοὺς μάγους καὶ τοὺς φαρμακοὺς καὶ τοὺς χαλδαίους τοῦ ἀναγγεῖλαι τῷ βασιλεῖ τὸ ἐνύπνιον αὐτοῦ . ἡ μὲν μὲν οὖν τοῦ Θεοῦ οἰκονομία τοῖς ἐχέφροσι δήλη· γνώριμον γὰρ αὐτοῦ τὸ ἐνύπνιον τὸν οἰκεῖον ποιῆσαι βουλόμενος προφήτην, ἵνα τὰς ἀγαθὰς ἐντεῦθεν καὶ σωτηρίους δέξηται παραινέσεις, δεδίττεται μὲν αὐτὸν τῷ ἐνυπνίῳ, ἀφαιρεῖται δὲ τοῦ ἐνυπνίου τὴν μνήμην. ἀλλ ̓ ὥσπερ δήλη τοῦ θεοῦ τῶν ὅλων ἡ προμήθεια οὕτω γνώριμος ἅπασι τοῖς εὐσεβέσι καὶ ἡ τοῦ βασιλέως παροινία. πῶς γὰρ οὐκ ἄκρας παραπληξίας τὸπαρ ̓ ἑτέρων ζητεῖν τοῦ ἐνυπνίου τὴν μνήμην; ἀλλ ̓ ὅμως κληθέντες, φησίν, ἦλθον, καὶ ἔστησαν ἐνώπιον τοῦ βασιλέως·