Ancient Greek · ~9 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, λόγος τρίτος
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 1-5
Not analysed yet
ἔτους ὀκτωκαιδεκάτου ναβουχοδονόσορ ὁ βασιλεὺς ἐποίησεν εἰκόνα χρυσῆν ὕψος αὐτῆς πήχεων ἐξήκοντα καὶ εὖρος αὐτῆς πήχεων ἕξ καὶ ἔστησεν αὐτὴν ἐν πεδίῳ δεηρᾶ ἐν χώρα βαβυλῶνος. ὁ μὲν ἀγαθὸς ἡμῶν καὶ φιλάνθρωπος δεσπότης ἅτε δὴ ποιητὴς καὶ δημιουργὸς βούλεται πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν καὶoὐ θέλει τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὸ ἐπιστρέψαι αὐτὸν καὶ ζῇν οὗ χάριν ἅπαντα ὑπὲρ τῆς ἡμετέρας πραγματεύεται σωτηρίας. οἱ δὲ ἀναλγησίᾳ νοσοῦντες· καὶ τῷ ἀνηκέστῳ πάθει τῆς ἀλαζονείας δουλεύοντες οὐδὲμίαν ἐκ τῶν θείων φαρμάκων ὠφέλειαν καρποῦνται ἀλλ’ ἐοίκασί τισιν ἀῤῥώστοις ἀποστρεφομένοις τὴν παρὰτῆς ἰατρικῆς τέχνης προσφερομένην αὐτοῖς θεραπείαν, ἀκρασίᾳ δὲ καὶ ἀκρασίᾳ πολλῇ χρωμένοις καὶ τὴν ἐπικειμένην αὐτοῖς αὔξουσιν ὁσημέραι νόσον. τοιοῦτος ἦν οὗτος ὁ ἀλαζὼν βασιλεύς ὃς τοῦ θεοῦ τῶν ὅλωνἀμέτρῳ φιλανθρωπίᾳ χρησαμένου καὶ μετὰ τὰς μυρίας παρανομίας τε καὶ δυσσεβείας θεραπείαν αὐτῷ προσενηνοχότος καὶ ὑποδείξαντος τῆς τε παρούσης εὐημερίας τὸ ἐπίκηρόν τε καὶ μάταιον καὶ τῆς ἀρετῆς τὸ ὑψηλόν τε καὶ περίβλεπτον ἣ καὶ τοῦς δορυαλώτους καὶ τὸν τῆς δουλείας ζυγὸν φέρειν ἠναγκασμένους ἀποφαίνει λαμπρούς, εὐθὺς μὲν ἐθαύμασε τὴν τοῦ προφήτου σοφίαν καὶ τὸν τούτου θεὸν τῶν ὅλων εἶναι θεὸν ὡμολόγησεν ὀλίγου δὲ χρόνου διελθόντος εἰςἑαυτὸν ἐπανῆλθεν ὥσπερ κύωνἐπὶ τὸν ἴδιον ἔμετον ,ῇ φησιν ἡ θεῖα γραφὴ καὶ κατασκευάζει μὲν εἰκόνα χρυσῆν τὸ μὲν ὕψος ἔχουσαν πήχεις ἑξήκοντα, τὸ δὲ εὖρος πήχεις ἕξ, καὶ ταύτην ἐν ἰσοπέδῳ στήσας χωρίῳ ὥστεἴσως ἁπάντων ὑπερέχειν καὶ ὑπὸ πάντων ὁμοίως ὁρᾶσθαι. παρὰ πάντων αὐτὴν κελεύει προσκυνεῖσθαι τῶν ὑπηκόων. οὐχ ἁπλῶς δὲ οὗτος τῆς ἀλαζονείας ὁ τρόπος ἀλλ’ ἀντίθεος ἄντικρυς καὶ θεομισής. ἐπειδὴ γὰρ ὁ θεὸς ὄναρ αὐτῷ μεγίστην ὑπέδειξεν εἰκόνα ἐκ τεττάρων ὑλῶν πεποιημένην καὶ διὰ τούτων αὐτῷ τὰς τῶν τεττάρων βασιλειῶν διαδοχὰς παρεδήλωσεν, ἀντιστρατευόμενος τῷ θεῷ τὸν οἰκεῖον τῦφον κατασκευάζει δὴ καὶ αὐτὸς εἰκόνα μέγεθος αὐτῇ δεδωκὼς ὅσον ἡ τῶν ἀνθρώπων παρασχεῖν ἠδύνατο τέχνη. οὐκέτι δὲ ταύτην ἐκ χρυσοῦ καὶ ἀργύρου καὶ χαλκοῦ καὶ σιδήρου ποιεῖ, ἀλλ’ ἐκ μιᾶς ὕλης τῆς τοῦ χρυσοῦ κατασκευάζει οἰόμενος ὁ δείλαιος οὗτος ψευδεῖς ἀποδείξειν τοῦ θεοῦ τὰς προῤῥήσεις καὶ ἐπειδὴ ὁ μακάριος δανιὴλ τὸ ἐνύπνιον ἑρμηνεύων αὐτὸν εἶναι ἔφη τὴν κεφαλὴν τὴνχρυσῆν τουτέστι τῶν βαβυλωνίων εἴτουν ἀσσυρίων βασιλείαν τὰ δὲ ἄλλα μόρια τῆς εἰκόνος ἐκ τῶν ἄλλων ὑλῶν αἳ τὴν κεφαλὴν διεδέξαντο, αὐτὸς πᾶσαν ἐκ χρυσίου τὴν εἰκόνα κατασκευάζει. οὕτως ἡγούμενος ὁ μάταιος ἀτελεύτητον ἔχειν τὴν βασιλείαν στήσας δέ φησι τὴν εἰκόνα.