Ancient Greek
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, λόγος τρίτος
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 2-3
Not analysed yet
συνήγαγε φησί πάντας τοὺς σατράπας ὑπάτους τὲ καὶ στρατηγοὺς καὶ τοπάρχας ἡγουμένους τε καὶ τυράννους καὶ τοὺς ἐπ ̓ ἐξουσιῶν καὶ πάντας τοὺς ἄρχοντας τῶν χωρῶν ἐλθεῖν εἰς τὰ ἐγκαίνια τῆς εἰκόνος, ἧς ἔστησε ναβουχοδονόσορ ὁ βασιλεύς. καὶ τούτων δὲ ἕκαστον τὴν ἄκραν ὑπερηφανίαν παραδηλοῖ. οὐ γὰρ ἁπλῶς τοὺς τυχόντας τῶν ὑπηκόων εἰς τὴν τῆς εἰκόνος συνεκάλεσεν ἑορτὴν, ἀλλὰ τούς τετοπάρχας οἳ τῶν οἰκείων ἐθνῶν ἐβασίλευον καὶ τοὺς ὑποκειμένους τούτοις σατράπας καὶ τοὺς στρατηγοὺς τοὺς τῶν σατράπων τὴν ἡγεμονίαν πεπιστευμένους, καὶ εἴ τι ἕτερον εἶδος ἀρχῆς παρ’ ἐκείνοις ἐνενόμιστο. καὶ εὐθὺς μὲν ἡ κλῆσις ἁπλῆ τις ἐνομίζετο, ὕστερον δὲ τὸ διὰ τῆς κλήσεως τυραννευόμενον ἐφωράθη. ἐπειδὴ γὰρ συνῆλθον ἅπαντες.