Ancient Greek · ~7 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, ναβουχοδονόσορ, .εὐϊλὰδ μαροδὰχ βαλτάσαρ εὐιλὰδ μαροδάχ , βαλτάσαρ . τόμος ε
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 1-6
Not analysed yet
βαλτάσαρ ὁ βασιλεὺς ἐποίησε δεῖπνον μέγα τοῖς μεγιστάσιν αὐτοῦ. οὗτος υἱὸς μέν ἐστι τοῦ ναβουχοδονόσορ, οὐκ εὐθὺς δὲ αὐτὸν διεδέξατο· ὁ γὰρ εὐιλὰδ μαροδὰχ ἀδελφὸς αὐτοῦ ὢν πρεσβύτερος πρότερος ἐβασίλευσε, καὶ τοῦτο καὶ ἡ τῶν βασιλειῶν ἡμᾶς ἱστορία διδάσκει, καὶ ὁ μακάριος ἱερεμίας ὁ προφήτης, οὑτωσί λέγων· καὶ ἐγένετο ἐν τῷ τριακοστῷ καὶ ἑβδόμῳ ἔτει ἀπῳκισθέντος τοῦ ἰωακεὶμ βασιλέως ἰούδα, ἐν τῷ δωδεκάτῳ μηνί, ἐν τῇ τετράδι καὶ εἰκάδι τοῦ μηνός, ἔλαβεν εὐιλὰδ μαρωδὰχ βασιλεὺς βαβυλῶνος ἐν τῷ ἐνιαυτῷ, ᾧ ἐβασίλευσε, τὴν κεφαλὴν ἰωακεὶμ βασιλέως ἰούδα, καὶ ἐξήγαγεν αὐτὸν ἐξ οἴκου, οὗ ἐφυλάττετο, καὶ ἐλάλησεν αὐτῷ χρηστά, καὶ ἔδωκεν αὐτῷ τὸν δίφρον ἐπάνω τῶν θρόνων τῶν βασιλέων τῶν μετ’ αὐτοῦ ἐν βαβυλῶνι, καὶ ἤλλαξε τὴν στολὴν τῆς φυλακῆς αὐτοῦ, καὶ ἤσθιε διαπαντὸς ἄρτον κατὰ πρόσωπον αὐτοῦ πάσας τὰς ἡμέρας, ἃς ἔζησεν. ἰωακεὶμ δὲ οὗτός ἐστιν ὁ καὶ ἰεχωνίας. ἰωακεὶμ γὰρ τὸν τούτου πατέρα, τὸν καὶ ἐλιακεὶμ ἐφ’ οὗ ὁ μακάριος ᾐχμαλωτεύθη δανιὴλ ἐν τῇ ἱερουσαλὴμ ἀνελὼν ὁ ναβουχοδονόσορ, ἔῤῥϊψεν ἔξω τοῦ τείχους, ὡς ἡ θεία διδάσκει γραφή. μετὰ τὸν ναβουχοδονόσορ τοίνυν εὐιλὰδ μαροδὰχ βασιλεύει· μετὰ δὲ τοῦτον ὁ βαλτάσαρ. καταλέλοιπε δὲ τούτου τὴν μνήμην ὁ θειότατος δανιήλ ,ἐπειδὴ οὐχ ἱστορίαν ἁπλῶς, ἀλλὰ προφητείαν συγγράφει· οὗ χάριν οὐδὲ ἅπαντα τὰ ὑπὸ τοῦ ναβουχοδονόσορ γεγενημένα συνέγραψεν, ἀλλ’ ἐκεῖνα μόνον, ὧν ἀναγκαία ἦν διὰ τὴν ὠφέλειαν ἡ μνήμη. ἐπειδὴ τοίνυν καὶ ἐπὶ τοῦ βαλτάσαρ μέγιστον ἔδειξεν ὁ θεὸς θαῦμα, καὶ ἱκανὸν οὐ μόνον τοῖς τηνικάδε ἀνθρώποις, ἀλλὰ καὶ τοῖς ὕστερον ποτὲ γενομένοις, εὐλάβειαν ἐνθεῖναι καὶ δέος, καὶ πρὸς εὐσέβειαν ποδηγῆσαι, οὐκ ᾠήθη δίκαιον τοσαύτην εὐεργεσίαν κατακρύψαι σιγῇ, ὅσιον δὲ ποιεῖν νενόμικεν ἀνάγραφον αὐτὸ καὶ πᾶσιν ὑπόμνημα διδασκαλίας καταλιπεῖν. διό φησι· βαλτάσαρ ὁ βασιλεὺς ἐποίησε δεῖπνον μέγα τοῖς μεγιστάσιν αὑτοῦ χιλίοις, καὶ ἔναντι τῶν χιλίων ὁ οἶνος. τουτέστι, τοῖς χιλίοις ἀρκῶν, πρὸς τὸν τοσοῦτον ἀριθμὸν ηὐτρεπισμένος.