Ancient Greek · ~7 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος τέταρτος
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 37-4
Not analysed yet
νῦν οὖν φησὶν ἐγὼ ναβουχοδονόσορ αἰνῶ· καὶ ὑψῶ καὶ δοξάζω τὸν βασιλέα τοῦ οὐρανοῦ, ὅτι πάντα τὰ ἔργα αὐτοῦ ἀληθινὰ καὶ αἱ τρίβοι αὐτοῦ κρίσεις, καὶ πάντας τοὺς πορευομένους ἐν ὑπερηφανίᾳ, δύναται ταπεινῶσαι · λαβὼν γὰρ πεῖραν τῶν λυπηρῶν, εἶτα τούτων ἀπαλλαγεὶς, αἰνῶ καὶ ὑμνῶ τὸν ταῦτα μοι κἀκεῖνα λυσιτελῶς ἐπαγαγόντα, καὶ λίαν σοφῶς· καὶ οἶδα αὐτὸν οὐρανοῦ βασιλέα καὶ τῶν ἁπάντων δεσπότην, ἀληθείᾳ χρώμενον καὶ δικαίως ἅπαντα πρυτανεύοντα, καὶ τοὺς ὑπερηφανίᾳ χρωμένους ταπεινῶσαι δυνάμενον. μαθόντες τοίνυν, ὅπως ὑπερηφανία καὶ τῦφος τοὺς χρωμένους λωβᾶται, καὶ ὡς ὁ τούτοις χαίρων τρυγᾷ καρποὺς οὐκ ἀγαθούς, τὴν μητέρα τῶν ἀγαθῶν ταπεινοφροσύνην κτησώμεθα· τοῦτο γὰρ καὶ ὁ κύριος μακαρίζει τὸ κτῆμα, ὡς πρόσοδον ἔχον τὴν βασιλείαν τῶν οὐρανῶν. μακάριοι γάρ, φησίν οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. προτίθησι δὲ καὶ ἑαυτὸν ἀρχέτυπον τοῖς ὠφελεῖσθαι βουλομένοις, λέγων· μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ. καὶ δεικνὺς, ἡλίκος τούτων ὁ καρπός, εὐθὺς ἐπήγαγε· καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. εἰ δὲ τῶν ἁπάντων ὁ ποιητὴς καὶ δεσπότης ταπεινὸν ἑαυτὸν καλεῖ καὶ διὰ τῶν πραγμάτων δείκνυσι, ποίας ἑτέρας συμβουλῆς δεῖται ἄνθρωπος, ὁ χοῦς, ὁ πηλός, ἡ βῶλος, ἡ σποδός, ἡ ματαιότης, τὸ ἄνθος, ὁ χόρτος; ταῦτα γὰρ ἅπαντα ὑπὸ τῆς θείας γραφῆς προσαγορεύεται. αἰσχυνθῶμεν τοίνυν τὴν τοῦ δεσπότου μετριότητα, ὃς, πλούσιος ὢν, δι’ ἡμᾶς ἐπτώχευσεν, ἵνα ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσωμεν, καὶ τῆς φύσεως τὸ θνητὸν καταμάθωμεν· καὶ τῆς παρούσης εὐημερίας θεώμενοι τὸ ὀξύρροπον, μηδὲν μὲν ἀλαζονικὸν ἐπὶ τοῖς παροῦσι φρονήσωμεν. γελάσωμεν δὲ μᾶλλον αὐτῶν τὸ εὔτρεπτον καὶ ἀβέβαιον, καὶ ἐπιθυμῶμεν ἐκείνων τυχεῖν τῶν ἀγαθῶν, ἃ διαρκῆ τὴν φύσιν ἔχει καὶ μόνιμον· ὧν γένοιτο πάντας ἡμᾶς ἀπολαῦσαι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ, μεθ’ οὗ τῷ πατρὶ δόξα, σὺν τῷ ἁγίῳ πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.