Ancient Greek · ~21 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος θ
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 1.1-3
Not analysed yet
ἐν τῷ πρώτῳ ἔτει δαρείου τοῦ υἱοῦ ἀσσουήρου ἀπὸ τοῦ σπέρματος τῶν μήδων, ὃς ἐβασίλευσεν ἐπὶ τῆς βασιλείας τῶν χαλδαίων· ἐν ἔτει ἑνὶ τῆς βασιλείας αὐτοῦ, ἐγὼ δανιὴλ συνῆκα ἐν ταῖς βίβλοις τὸν ἀριθμὸν τῶν ἐτῶν, ὃς ἐγενήθη λόγος κυρίου πρὸς ἱερεμίαν τὸν προφήτην εἰς συμπλήρωσιν ἐρημώσεως ἱερουσαλήμ ,ἑβδομήκοντα ἔτη. καὶ ἐντεῦθεν δῆλον, ὡς ἑτέρα μὲν ἡ δαρείου τοῦ ἀσσουήρου βασιλεία, ἑτέρα δὲ ἡ κύρου τοῦ πέρσου· συμφωνεῖ δὲ καὶ τοῖς πρώην εἰρημένοις τὰ νῦν ἀναγνωσθέντα. οὐχ ἁπλῶς γὰρ μῆδον τὸν δαρεῖον προσηγόρευσεν, ἀλλ’ ἀπὸ τοῦ σπέρματος τῶν μήδων· ὡς εἶναι δῆλον, ὅτι οὐχ ἑκατέρωθεν, πατρόθεν φημὶ καὶ μητρόθεν, μῆδος οὗτος ἦν· ἐβασίλευσε δ’ ὅμως ἐπὶ τὴν βασιλείαν τῶν nχαλδαίων, θείᾳ πληγῇ τοῦ βαλτάσαρ μετὰ τὴν ἀσέβειαν νύκτωρ ἀναιρεθέντος. δοκεῖ δέ μοι λίαν βραχὺν βεβασιλευκέναι χρόνον οὗτος ὁ δαρεῖος. ὁ γὰρ μακάριος δανιὴλ, ὡς ἤδη λοιπὸν πληρωθέντα τὸν τῆς αἰχμαλωσίας ὅρον ἰδὼν καὶ τὸν τῶν ἑβδομήκοντα ἐτῶν συλλογισάμενος ἀριθμόν, ὃν διὰ τοῦ προφήτου ἱερεμίου προεῖπεν ὁ τῶν ὅλων θεός, τὴν ὑπὲρ τοῦ λαοῦ ἱκετηρίαν προσφέρειν ἄρχεται τῷ δεσπότῃ. ἐπληρώθη δὲ ὁ χρόνος ἐπὶ κύρου τοῦ περσῶν βασιλέως, ὡς ὁ μακάριος ἔσδρας φησίν· εὐθὺς γὰρ ἐν ἀρχῇ τοῦ συγγράμματος, μετὰ τὰ προοίμια, ἐν συντόμῳ τῆς ἁλώσεως τῶν ἱεροσολύμων μνημονεύσας, καὶ τοῦ τῆς πατρίδος ἀνδραποδισμοῦ, καὶ τῆς εἰς βαβυλῶνα τῶν αἰχμαλώτων μετοικίας, ἐπήγαγε· καὶ ἦσαν παῖδες αὐτῷ καὶ τοῖς υἱοῖς αὐτοῦ, μέχρι τοῦ βασιλεῦσαι πέρσας, εἰς πλήρωσιν τοῦ ῥήματος τοῦ κυρίου ἐν στόματι ἱερεμίου ,ἕως τοῦ εὐδοκῆσαι τὴν γῆν τὰ σάββατα αὑτῆς, πάντα τὸν χρόνον τῆς ἐρημώσεως αὑτῆς σαββατιεῖ εἰς συμπλήρωσιν ἐτῶν ἑβδομήκοντα βασιλεύοντος κύρου περσῶν ἔτους πρώτου, εἰς συντέλειαν ῥήματος κυρίου ἐν στόματι ἱερεμίου . λέγει δὲ καὶ ὁ θειότατος ἱερεμίας οὕτως· ἰδοὺ ἐγὼ ἀποστέλλω, καὶ λήψομαι τὴν πατριὰν τοῦ βορρᾶ, τὸν ναβουχοδονόσορ βασιλέα βαβυλῶνος τὸν δοῦλόν μου, καὶ ἄξω αὐτὸν ἐπὶ τὴν γῆν ταύτην, καὶ ἐπὶ τοὺς κατοικοῦντας αὐτήν, καὶ ἐπὶ πάντα τὰ ἔθνη τὰ κύκλῳ αὐτῶν, καὶ ἐξερημώσω αὐτοὺς καὶ δώσω αὐτοὺς εἰς ἀφανισμόν, καὶ εἰς συριγμόν, καὶ εἰς ὀνειδισμὸν αἰώνιον, καὶ ἀφελῶ ἀπ’ αὐτῶν φωνὴν χαρᾶς, καὶ φωνὴν εὐφροσύνης, καὶ φωνὴν νυμφίου, καὶ φωνὴν νύμφης, ὀσμὴν μύρου, καὶ φῶς λύχνου, καὶ ἔσται ἡ γῆ αὐτῆς πᾶσα εἰς ἀφανισμόν, καὶ δουλεύσουσιν ἐν τοῖς ἔθνεσιν ἑβδομήκοντα ἔτη. καὶ ἐν τῷ πληρωθῆναι τὰ ἑβδομήκοντα ἔτη, ἐκδικήσω ἐπὶ τὸν βασιλέα βαβυλῶνος, καὶ ἐπὶ τὸ ἔθνος ἐκεῖνο, φησὶ κύριος, τὰς ἀνομίας αὐτῶν, καὶ ἐπὶ γῆν χαλδαίων, καὶ θήσομαι αὐτοὺς εἰς ἀφανισμὸν αἰώνιον. ὁ μὲν οὖν μακάριος ἱερεμίας ᾐνίξατο συμπληροῦσθαι τῆς αἰχμαλωσίας τὸν χρόνον ἐν τῇ καταλύσει τῆς χαλδαικῆς βασιλείας· ὁ δὲ ἔσδρας καὶ σαφέστερον τοῦτο πεποίηκε, τοῦ κύρου ποιησάμενος μνήμην. εὑρίσκομεν δὲ καὶ τὸν θειότατον ζαχαρίαν ἑτέρως τοῦτον ἀριθμοῦντα τὸν χρόνον. μετὰ γὰρ τὴν τοῦ κύρου τελευτὴν, καὶ καμβύσου τοῦ υἱέως αὐτοῦ, τοῦ δαρείου τοῦ ὑστάσπου τὸ περσῶν ἀναδησαμένου κράτος, τοῦ χρόνου μνημονεύσας ὁ προφήτης· τῇ τετράδι γάρ φησι καὶ εἰκάδι τοῦ ἑνδεκάτου μηνὸς οὗτός ἐστιν ὁ μὴν σαβὰτ ἐν τῷ δευτέρῳ ἔτει ἐπὶ δαρείου ,ἐγένετο λόγος κυρίου πρὸς ζαχαρίαν τὸν βαραχίου υἱοῦ ἀδδὼ τὸν προφήτην. καὶ ἐπήγαγε μετὰ βραχέα· καὶ ἀπεκρίθη ὁ ἄγγελος κυρίου, καὶ εἶπε· κύριε παντοκράτωρ, ἕως τίνος οὐ μὴ ἐλεήσῃς τὴν ἱερουσαλὴμ καὶ τὰς πόλεις ἰούδα, ἃς ὑπερεῖδες; τοῦτο ἑβδομηκοστὸν ἔτος. καί τινες μὲν τῶν ἀπιστίαν νοσούντων διαφωνεῖν τοὺς ἁγίους νομίζουσι προφήτας· οἱ δὲ τοῖς ἱεροῖς λόγοις ἐντεθραμμένοι, ὑπὸ τῆς θείας φωτιζόμενοι χάριτος, τὴν τῶν ἁγίων προφητῶν εὑρίσκουσι συμφωνίαν. φέρε τοίνυν, ἐκείνης τῆς αἴγλης τυχεῖν ἱκετεύσαντες, δήλην αὐτὴν τοῖς ἀγνοοῦσι ποιήσωμεν. τὸν μὲν οὖν χρόνον τῆς αἰχμαλωσίας συμφώνως τεθείκασιν ἅπαντες, ὅ τε θεῖος ἱερεμίας ,ὅ τε θεσπέσιος ζαχαρίας, καὶ ὁ μακάριος ἔσδρας · τὸν ἑβδομηκοντούτην γὰρ ἀριθμὸν τεθείκασιν ἅπαντες· οὐκ ἀπὸ τῶν αὐτῶν δὲ καιρῶν ἀριθμεῖν ἀρχόμενοι τοῦτον τὸν χρόνον, οἱ μὲν εἰς κῦρον ,οἱ δὲ εἰς δαρεῖον ,τοῦτον καταλήγειν ἔφασαν τὸν ἀριθμόν. οἱ μὲν γὰρ περὶ τὸν μακάριον ἱερεμίαν καὶ ἔσδραν ,ἀπὸ τῆς ἀρχῆς τῆς πρώτης αἰχμαλωσίας ἀριθμοῦντες, εἰκότως μέχρι κύρου, τοῦ περσῶν βασιλέως, τὰ ἑβδομήκοντα περιορίζουσιν ἔτη. ὁ δὲ θειότατος ζαχαρίας τῆς τελευταίας πολιορκίας, ἐν ᾗ τὴν πανωλεθρίαν ὑπέμειναν, ἀριθμῶν ἐπὶ δαρείου τοῦ περσῶν βασιλέως τὸν τῶν ἑβδομήκοντα ἐτῶν ἀριθμὸν συμπληροῦσθαί φησι· καὶ γὰρ ἐπὶ τούτου τῷ ὄντι ὁ θεῖος ἀνῳκοδομήθη νεώς. ἐπειδὴ γὰρ τρὶς ὁ λαὸς αἰχμάλωτος γέγονε, πρῶτον μὲν ἐπὶ ἰωακεὶμ τοῦ υἱοῦ ἰωσίου βασιλέως ἰούδα, τὸ δὲ δεύτερον ἐπὶ ἰεχονίου τοῦ υἱοῦ ἰωακείμ ,τὸ δὲ τρίτον ἐπὶ σεδεκίου τοῦ ἀδελφοῦ μὲν τοῦ ἰωακείμ ,θείου δὲ τοῦ ἰεχονίου ,ἀναγκαίως τρὶς καὶ τῆς ἐπανόδου τυγχάνουσιν. πρῶτον μὲν γὰρ ἀφίησιν αὐτοὺς κῦρος ὁ πέρσης, εἶτα δαρεῖος ὁ υἱὸς ὑστάσπου ,ἔπειτα ἀρταξέρξης ὁ ξέρξου ,ἡνίκα πρότερον μὲν τὸν ἔσδραν ,μετ’ ἐκεῖνον δὲ τὸν νεεμίαν ἀπέστειλεν, ὥστε τὰ τῆς ἱερουσαλὴμ ἀνοικοδομῆσαι τείχη. τῶν μὲν οὖν πρώτων αἰχμαλώτων γεγενημένων ὁ ἑβδομηκονταετὴς πληροῦται χρόνος ἐπὶ κύρου τοῦ πέρσου· τῆς δὲ τοῦ ναοῦ ἐρημίας αὐτὸς οὗτος χρόνος λαμβάνει τέλος ἐν τῷ δευτέρῳ ἔτει δαρείου τοῦ ὑστάσπου, ὡς εἶναι προφητείαν ἑκατέραν, τὴν ἱερεμίου τὲ καὶ ζαχαρίου, ὡσαύτως δὲ καὶ τὴν τοῦ ἔσδρα συγγραφήν, ἀψευδῆ τε καὶ ἀληθῆ. τοῦτον, φησί, τὸν χρόνον ὁ μακάριος δανιὴλ συνιεὶς καὶ ἀριθμήσας, καὶ εὑρὼν πλησιάζοντα·