Ancient Greek · ~5 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος η
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 27-4
Not analysed yet
καὶ ἐγώ φησι δανιὴλ ἐκοιμήθην, καὶ ἐμαλακίσθην ἡμέρας, καὶ ἀνέστην, καὶ ἐποίουν τὰ ἔργα τοῦ βασιλέως, καὶ ἐθαύμαζον τὴν ὅρασιν, καὶ οὐκ ἦν ὁ συνιῶν. μαθὼν γὰρ τὰ καταληψόμενά μου τὸν λαὸν πάλιν κακά, οὕτως ἀνιαρῶς διετέθην, ὡς καὶ ἀῤῥωστίᾳ περιπεσεῖν· ἀλλ’ ὅμως καὶ τοῦτον διακείμενος τὸν τρόπον, ᾠκονόμουν τὰ παρὰ τοῦ βασιλέως ἐγκεχειρισμένα μοι, μηδενὸς γινώσκοντος τὴν τῆς ἀρρωστίας αἰτίαν. οὗτος ᾔδει καὶ μετὰ τοῦ μακαρίου παύλου λέγειν· τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; καὶ τὸ κλαίειν μετὰ κλαιόντων, καὶ χαίρειν μετὰ χαιρόντων. καί· εἰ πάσχει ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη. οὕτω διακείμενος, καὶ ταύτην ἔχων τὴν περὶ τοὺς συνδούλους φιλοστοργίαν, μαθὼν τὰς πολλαῖς ὕστερον γενεαῖς καταληψομένας τοὺς συνδούλους αὐτοῦ συμφορὰς, θρηνῶν καὶ ὀλοφυρόμενος διετέλει· καὶ ταῦτα εἰδὼς ἀκριβῶς ὡς αὐτὸς πεῖραν τούτων οὐδεμίαν λήψεται, ἀλλὰ τῆς παρούσης ζωῆς οὐκ εἰς μακρὰν ἀπαλλαγήσεται. ταύτην προσήκει καὶ ἡμᾶς περὶ τοὺς ὁμοφυεῖς τε καὶ ὁμοδούλους τὴν ἀγάπην ἔχειν, καὶ τὸ αὐτὸ εἰς ἀλλήλους φρονεῖν, καὶ τὴν περὶ ἄλληλα τῶν μελῶν μιμεῖσθαι συμπάθειαν· ἐπειδὴ μέλη μὲν ἀλλήλων κεκλήμεθα, σῶμα δὲ ἠξιώθημεν προσαγορευθῆναι χριστοῦ. αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν.