Ancient Greek
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος θ
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 3-7
Not analysed yet
ἔδωκα τὸ πρόσωπόν μου φησὶ πρὸς κύριον τὸν θεόν, τοῦ ἐκζητῆσαι προσευχὴν καὶ δέησιν ἐν νηστείαις, καὶ σάκκῳ καὶ σποδῷ. οὐ γάρ φησιν ἁπλῶς ἀνέμενον τὴν τῆς αἰχμαλωσίας ἀπαλλαγήν, ἀλλ’ ἱκετείαν τῷ δεσπότῃ προσέφερον, τὴν ἐλευθερίαν τοῖς ὁμοφύλοις αἰτῶν. κἂν γὰρ μυριάκις ὑπόσχηται ἀγαθά, ἀναξίους δὲ ἡμᾶς αὐτοὺς τῆς δωρεᾶς καταστήσωμεν, ἐμπόδιον γινόμεθα τῇ θείᾳ φιλοτιμίᾳ. τοῦτο καὶ δι’ ἐζεκιὴλ τοῦ προφήτου φησὶν ὁ θεός· πέρας λαλήσω ἐπὶ ἔθνος καὶ βασιλείαν, τοῦ ἀνοικοδομεῖν καὶ καταφυτεύειν, καὶ ἔσται, ἐὰν στραφὲν τὸ ἔθνος ἐκεῖνο ποιήσῃ πονηρά, οὐ μὴ ἐπαγάγω ἐπ’ αὐτὸ πάντα τὰ ἀγαθὰ ἃ ἐλάλησα. ταῦτα πεπαιδευμένος ὁ μακάριος δανιὴλ νηστείᾳ καὶ σάκκῳ καὶ σποδῷ, τὴν προσευχὴν πτερώσας προσέφερεν τῷ θεῷ.