Ancient Greek · ~5 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ι
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 10-8
Not analysed yet
ἔφη πρός με· δεῦρο, δανιήλ ,ὅτι ἐμπεφραγμένοι καὶ ἐσφραγισμένοι οἱ λόγοι ἕως καιροῦ πέρατος. ἕως ἐκλεγῶσι καὶ ἐκλευκανθῶσι, καὶ πυρωθῶσιν οἱ πολλοί, καὶ ἀνομήσουσιν οἱ ἄνομοι, καὶ οὐ συνήσουσι πάντες ἀσεβεῖς, καὶ οἱ νοήμονες νοήσουσιν. οὐ μάτην φησὶν ἀσαφέστερα ταῦτα εἴρηκα, καὶ οἱονεὶ σφραγίδας τοῖς λόγοις τὴν ἀσάφειαν ἐπέθηκα. οὐδὲ γὰρ δεῖ πᾶσιν ἁπλῶς προσκεῖσθαι τὰ θεῖα, ἀλλ’ οἱ μὲν νοήμονες διὰ τῆς ἄνωθεν αὐτοῖς χορηγουμένης γνώσεως συνήσουσιν· οἱ δὲ ἀνομίᾳ καὶ δυσσεβείᾳ συζῶντες, οὐδὲν τῶν ἐγκειμένων νοῆσαι δυνήσονται· ὅταν δὲ ἔλθη τὰ πράγματα, σαφῶς τὰς περὶ τούτων μαθήσονται προφητείας. τότε καὶ ἀποκριθήσονται τῶν δικαίων οἱ τῆς πονηρίας ἐργάται· πάντα γὰρ ἡ πύρωσις δοκιμάσει. τοῦτο καὶ ὁ μακάριος ἔφη παῦλος ἑκάστου γάρ φησι τὸ ἔργον φανερὸν γενήσεται· ἡ γὰρ ἡμέρα δηλώσει, ὅτι ἐν πυρὶ ἀποκαλύπτεται, καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστι τὸ πῦρ δοκιμάσει. πάλιν δὲ περὶ τοῦ μὴ δεῖν ἅπασιν ἁπλῶς προτιθέναι τὰ θεῖα, ὁ κύριος ἐν τοῖς ἱεροῖς εὐαγγελίοις φησί· μὴ δῶτε τὰ ἅγια τοῖς κυσὶ μηδὲ τοὺς μαργαρίτας ὑμῶν ῥίψητε ἔμπροσθεν τῶν χοίρων. τὸν δὲ μακάριον δανιὴλ ἅγιον ὄντα, καὶ εὔνουν τοῦ δεσπότου θεράποντα, ὁ θεῖος ἄγγελος διδάσκει τῆς τοῦ ἀντιχρίστου τυραννίδος τὸν χρόνον, καί φησιν·