Ancient Greek · ~2 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ι
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 11-10
Not analysed yet
ἀπὸ καιροῦ παραλλάξεως τοῦ ἐνδελεχισμοῦ, καὶ δοθῆναι βδέλυγμα ἐρημώσεως, ἡμέραι χίλιαι διακόσιαι ἐννενήκοντα. ἐπειδὴ γὰρ εἰρηκὼς εἰς καιρὸν καὶ καιροὺς καὶ ἥμισυ καιροῦ, εἶδε μὴ νενοηκότα τὸν μακάριον δανιὴλ ἀναλύσας εἰς ἡμέρας τὸν χρόνον, δῆλον αὐτῷ τὸ ἀγνοούμενον πεποίηκε, τοῖς δὲ ἄλλοις καὶ οὕτως ἀσαφῆ τὸν λόγον κατέλιπε. βδέλυγμα δὲ ἐρημώσεως αὐτὸν καλεῖ τὸν ἀντίχριστον· ἐναλλαγὴν δὲ τοῦ ἐνδελεχισμοῦ, τῆς ἐκκλησιαστικῆς λειτουργίας τὴντάξιν, ὑπὸ τῆς ἐκείνου μανίας καὶ λύττης σκεδαννυμένην τε καὶ παυομένην. τούτοις ἐπιφέρει ὁ θεῖος ἄγγελος·