Ancient Greek · ~12 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ζ
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 10.1
Not analysed yet
ἐθεώρουν γάρ φησιν ἕως ὅτου θρόνοι ἐτέθησαν, καὶ παλαιὸς ἡμερῶν ἐκάθισε, καὶ τὸ ἔνδυμα αὐτοῦ λευκόν, ὡσεὶ χιών, καὶ ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡσεὶ ἔριον καθαρόν· ὁ θρόνος αὐτοῦ φλὸξ πυρός, οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον. ποταμὸς πύρινος εἷλκεν ἐκπορευόμενος ἔμπροσθεν αὐτοῦ, χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μύριαι μυριάδες παρειστήκεισαν αὐτῷ κριτήριον ἐκάθισε, καὶ βίβλοι ἀνεῴχθησαν. ἐκεῖνα μέν φησιν ἅπαντα ἐτόλμα τὸ κέρας τὸ λαλοῦν τὰ μεγάλα καὶ ἀλαζονικὰ καὶ ὑπέρογκα, καὶ τοῖς ἁγίοις πολεμοῦν, ἕως ἐκάθισε τὸ κριτήριον. προσήκει δὲ εἰδέναι, ὅτι ἀσώματος ὢν ὁ θεός, ἁπλοῦς τε καὶ ἀσχημάτιστος, περιγραφὴν οὐδεμίαν δεχόμενος, ἀλλ’ ἀπερίγραφον ἔχων τὴν φύσιν, σχηματίζει πολλάκις πρὸς τὸ χρήσιμον, ὡς ἐθέλει τὰς ὀπτασίας. καὶ ἔστιν ἰδεῖν ἑτέρως μὲν αὐτὸν ἐπιφαινόμενον τῷ ἁβραάμ ,ἑτέρως δὲ τῷ μωϋσῇ ,καὶ ἄλλως τῷ ἡσαΐᾳ ,καὶ τῷ ἰεζεκιὴλ δὲ ὡσαύτως ἑτέραν ὄψιν ἐπέδειξεν. ὅταν τοίνυν τὴν τῶν ἀποκαλύψεων ἴδῃς διαφοράν, μὴ πολύμορφον ὑπολάβῃς τὸ θεῖον, ἄκουσον δὲ αὐτοῦ λέγοντος διὰ ὠσηὲ τοῦ προφήτου· ἐγὼ ὁράσεις ἐπλήθυνα, καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην. ὡμοιώθην εἶπεν, οὐκ ὤφθην· ὡς γὰρ βούλεται, σχηματίζει τὰς ὄψεις. ὥσπερ ἀμέλει καὶ ὁ μακάριος ἰεζεκιὴλ θεασάμενος ἐξ ἠλέκτρου καὶ πυρὸς συγκείμενον τὸν ὀφθέντα, διηγησάμενος τὴν ἀποκάλυψιν ἐπήγαγε· τοῦτο ὁμοίωμα δόξης κυρίου. καὶ οὔτε αὐτὸν ἔφη τεθεᾶσθαι τὸν κύριον, οὔτε αὐτὴν τὴν τοῦ κυρίου δόξαν, ἀλλὰ τὸ ὁμοίωμα τῆς δόξης κυρίου. καὶ ἐνταῦθα τοίνυν ὁ μακάριος δανιὴλ διὰ μὲν τοῦ παλαιοῦ τῶν ἡμερῶν διδάσκεται τὸ αἰώνιον· οὕτω γὰρ καί τινες τῶν ἑρμηνευτῶν νενοηκότες, ἀντὶ τοῦ παλαιοῦ τῶν ἡμερῶν ,ὁ παλαιῶν τὰς ἡμέρας τεθείκασιν. ὁρᾷ δὲ καὶ τῆς τριχὸς τὴν καθαρότητα, καὶ τῶν ἐνδυμάτων τὴν λαμπρότητα, τὸ ἄμωμον πανταχόθεν καὶ ἅγιον, οὐ μόνον τῆς θείας φύσεως, ἀλλὰ καὶ τῶν περὶ αὐτὴν νοουμένων διδασκόμενος, τουτέστι δικαιοσύνης, προνοίας, κηδεμονίας, κρίσεως. ἐπειδὴ γὰρ εἶδεν τὸ κέρας ἀλαζονικοῖς μὲν χρώμενον λόγοις, τοῖς τε τοῦ θεοῦ θεράπουσι μυρίας καττύον ἐπιβουλάς, διδάσκεται διὰ τῆς πανταχόθεν ἀστραπτούσης καθαρότητος, ὡς οὐ παρορῶντος τοῦ θεοῦ ταῦτα τολμᾶται, ἀλλὰ διὰ τὴν ἄρρητον συγχωροῦντος οἰκονομίαν. καὶ ἵνα μή τις πάλιν ὑπολάβῃ βούλεσθαι μὲν τὸν θεόν, ἅτε δὴ ἀγαθὸν ὄντα, τοῖς ἁγίοις ἐπαμύνειν, μὴ δύνασθαι δέ, ὁρᾷ καὶ τὸν θρόνον ἐκ φλογὸς κατεσκευασμένον καὶ τοὺς τροχοὺς ὡσαύτως πυρὸς ἔχοντας φύσιν, καὶ ποταμὸν πυρὸς τὸν θρόνον ἕλκοντα, καὶ χιλίας μὲν χιλιάδας λειτουργούσας, μυρίας δὲ μυριάδας παρεστώσας. καὶ διὰ τούτων μὲν τὸ δυνατὸν διδάσκεται τοῦ θεοῦ, δι’ ἐκείνων δὲ τὸ ἀκήρατόν τε καὶ ἄμωμον· διὰ δὲ τῆς παλαιότητος τὸ αἰώνιόν τε καὶ σοφόν, καὶ ἥμερον. τούτοις ἐπάγει· κριτήριον ἐκάθισε, καὶ βίβλοι ἀνεῴχθησαν· ἀντὶ τοῦ, κρίσεως λοιπὸν ἐδοκίμασεν εἶναι καιρόν, καὶ ἀνέπτυξε τῶν ἑκάστῳ πεπραγμένων τὴν μνήμην. βίβλους γὰρ τὰς μνήμας καλεῖ. εἰ δέ τις καὶ τὴν τοῦ κυρίου ὑπόσχεσιν ἡγεῖται ταῦτα αἰνίττεσθαι, ἣν τοῖς ἀποστόλοις ἔδωκε· τεθήσονται, λέγων, δέκα καὶ δύο θρόνοι, καὶ καθεσθέντες κρινεῖτε τὰς δώδεκα φυλὰς τοῦ ἰσραήλ, οὐδὲν ἀπεικὸς ὑπολαμβάνει· ἀψευδὴς γὰρ ἡ τῆς ἀληθείας ἐπαγγελία.