Ancient Greek · ~3 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ζ
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 11-6
Not analysed yet
ἐθεώρουν φησι τότε ἀπὸ φωνῆς τῶν λόγων τῶν μεγάλων, ὧν τὸ κέρας ἐκεῖνο ἐλάλει, θεωρῶν ἤμην ἕως ἀνῃρέθη τὸ θηρίον, καὶ ἀπώλετο, καὶ τὸ σῶμα αὐτοῦ ἐδόθη εἰς κατάκαυσιν πυρός. διὰ γὰρ τὴν τοῦ κέρατος ἐκείνου μανίαν, τοῦ κριτηρίου, φησί, γενομένου κατελύθη καὶ ἡ τετάρτη βασιλεία, καὶ τὸ σῶμα τοῦ θηρίου ἐδόθη, εἰς κατάκαυσιν πυρός. προσήκει δὲ ἐπισημήνασθαι, ὅτι οὐχ ἁπλῶς, ἐδόθη τὸ θηρίον εἰς καῦσιν πυρός, ἀλλὰ τὸ σῶμα αὐτοῦ εἶπεν. ἐπειδὴ γὰρ διὰ τοῦ θηρίου πᾶσαν τὴν βασιλείαν αἰνίττεται, ἐν δὲ τῇ βασιλείᾳ οἱ μὲν εἰσὶν εὐσεβείας τρόφιμοι, οἱ δὲ κακίας ἐργάται, καὶ τοὺς μὲν πνευματικούς, τοὺς δὲ σαρκικοὺς προσαγορεύειν εἰώθαμεν, τῇ θείᾳ γραφῇ πειθόμενοι, εἰκότως οὐκ εἶπε, τὸ θηρίον δοθῆναι εἰς καῦσιν πυρός, ἀλλὰ τοῦ θηρίου τὸ σῶμα, τουτέστι, τοὺς παχυτέρους, καὶ σαρκικούς, καὶ πνευματικὸν πεφρονηκότας οὐδέν.