Ancient Greek · ~6 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ζ
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 8-4
Not analysed yet
καὶ κέρατα αὐτῷ δέκα, φησί. προσενόουν φησὶ τοῖς κέρασιν αὐτοῦ, καὶ ἰδοὺ κέρας ἕτερον μικρὸν θεωρητὸν ἀνέβαινεν ἐν μέσῳ αὐτῶν, καὶ τρία ἔμπροσθεν αὐτοῦ ἐξερριζώθη ἀπὸ προσώπου αὐτοῦ· καὶ ἰδοὺ ὀφθαλμοὶ ὡσεὶ ὀφθαλμοὶ ἀνθρώπου ἐν τῷ κέρατι τούτῳ, καὶ στόμα λαλοῦν μεγάλα καὶ ἐποίει πόλεμον πρὸς τοὺς ἁγίους. ἐνταῦθα τὸν ἀντίχριστον αἰνίττεται, μεταξὺ τῶν δέκα κεράτων ἀναφαινόμενον. λέγει δὲ ὅτι καὶ τρία κέρατα ἐξερρίζωσε τῶν ἔμπροσθεν αὐτοῦ· αἰνίττεται δὲ ὅτι τρεῖς βασιλεῖς καταλύσει ἀπὸ τῶν δέκα κατὰ ταὐτὸν βασιλευόντων. μικρὸν δὲ αὐτὸ κέρας καλεῖ, ὡς ἀπὸ μικρᾶς φυλῆς τῶν ἰουδαίων φυόμενον. θεωρητὸν δὲ, ὡς ἐπίσημον μετὰ ταῦτα γινόμενον. διὰ δὲ τῶν ὀφθαλμῶν τὴν φρόνησιν καὶ τὴν πανουργίαν ᾐνίξατο, ᾗ χρώμενος ἐξαπατήσει πολλούς. ἀλλὰ καὶ στόμα, φησί, λαλοῦν μεγάλα, τουτέστιν, ἀλαζονικὰ καὶ ὑπέρογκα. σαφῶς δὲ ἡμᾶς ὁ μακάριος παῦλος τοῦτο διδάσκει, λέγων· μή τις ὑμᾶς ἐξαπατάτω κατὰ μηδένα τρόπον, ἐὰν μὴ ἔλθῃ ἡ ἀποστασία πρῶτον, καὶ ἀποκαλυφθῇ ὁ ἄνθρωπος τῆς ἁμαρτίας ὁ υἱὸς τῆς ἀπωλείας, ὁ ἀντικείμενος, καὶ ὑπεραιρόμενος ὑπὲρ πάντα λεγόμενον θεὸν ἢ σέβασμα, ὥστε καὶ εἰς τὸν ναὸν τοῦ θεοῦ εἰσελθόντα καθίσαι, ἀποδεικνύοντα ἑαυτὸν, ὅτι ἐστὶ θεός. τοῦτο αἰνιττόμενος καὶ ὁ μακάριος ἔφη δανιήλ · καὶ στόμα λαλοῦν μεγάλα, καὶ ἐποίει πόλεμον μετὰ τῶν ἁγίων. πάντα γὰρ φησὶ πραγματεύεται κοινωνοὺς τῆς τε πονηρίας καὶ τῆς τιμωρίας ἅπαντας ἀνθρώπους λαβεῖν ἐφιέμενος. ἀλλὰ ταῦτα ποιῶν φησὶν οὐκ ἐπὶ πολὺ διαρκέσει, ἀλλ’ ὡς τάχιστα καταλυθήσεται.