Ancient Greek · ~4 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος τέταρτος
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 11-3
Not analysed yet
ἐθεώρουν φησὶ δένδρον ἐν μέσῳ τῆς γῆς. καὶ τὸ ὕψος αὐτοῦ ἔφθανεν ἕως τοῦ οὐρανοῦ, καὶ τὸ κῦτος αὐτοῦ εἰς τὰ πέρατα τῆς γῆς. διὰ δὲ τοῦ δένδρου αὐτὸν ἔφη σημαίνεσθαι ὁ μακάριος δανιὴλ τὸ δὲ ὕψος λέγει φθάσαι ἕως τοῦ οὐρανοῦ, οὐ τὴν φύσιν τοῦ δένδρου σημαίνων, ἀλλὰ τοὺς λογισμοὺς καὶ τὰς φαντασίας. διὸ καὶ ὁ ἡσαίας ἔλεγεν· ἐπάξει ὁ θεὸς ἐπὶ τὸν νοῦν τὸν μέγαν, τὸν βασιλέα τῶν ἀσσυρίων, καὶ ἐπὶ τὸ ὕψος τῆς δόξης τῶν ὀφθαλμῶν αὐτοῦ. νοῦν δὲ μέγαν αὐτὸν προσηγόρευσεν, ὡς μεγάλα φαντασθέντα, καὶ ὀνειροπολήσαντα, ἃ μετὰ βραχέα διηγήσατο· σὺ γὰρ εἶπας· ἐπάνω τῶν ἄστρων θήσω τὸν θρόνον μου, καὶ ἔσομαι ὅμοιος τῷ ὑψίστῳ. διὰ τοῦτο ὁρᾷ τὸ ὕψος τοῦ δένδρου ἐφθακὸς ἕως τοῦ οὐρανοῦ· ἐπειδὴ δὲ καὶ, ὡς ἔπος εἰπεῖν πάσης τῆς οἰκουμένης ἐκράτησεν, ὁρᾷ τοῦ δένδρου τὸ κῦτος, τουτέστι, τὸν ὄγκον τοῦ εὔρους, ἐκταθὲν μέχρις αὐτῶν τῶν περάτων τῆς γῆς.