Ancient Greek · ~3 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος τέταρτος
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 12-3
Not analysed yet
τὰ φύλλα αὐτοῦ φησὶν ὡραῖα, καὶ ὁ καρπὸς αὐτοῦ πολύς. καλεῖ δὲ φύλλα μὲν τὴν ὁρωμένην εὐπρέπειαν, τὴν ἐν ἐσθῆτι, καὶ θρόνῳ καὶ βασιλείοις, ἀσπιδηφόροις τε καὶ δορυφόροις, καὶ πεζαιτέροις· καρπὸν δὲ τὸν πανταχόθεν προσφερόμενον φόρον. διὸ πολὺν τὸν καρπὸν ἀλλ’ οὐ καλόν, ἔφη οὐ γὰρ εἶχε τὸ δίκαιον. καὶ τροφὴ πάντων ἐν αὐτῷ. οἵ τε γὰρ γεωργοῦντες, διὰ τῆς αὐτοῦ κηδεμονίας εἰρήνης ἀπολαύοντες, τοὺς ἀπὸ τῆς γῆς καρποὺς ἐκομίζοντο· οἵ τε στρατευόμενοι, παρ’ αὐτοῦ τὰ σιτηρέσια κομιζόμενοι, τὴν ἐν ὅπλοις ἐποιοῦντο ζωήν. ὑποκάτω αὐτοῦ, φησὶ κατεσκήνουν τὰ θηρία τὰ ἄγρια, καὶ ἐν τοῖς κλάδοις αὐτοῦ κατῴκει τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ἐξ αὐτοῦ ἐτρέφετο πᾶσα σάρξ. οἵ τε γὰρ θηριώδη βίον ζῶντες βάρβαροι, οἵ τε λογικώτεροι καὶ ἡμερώτεροι, καὶ ὀξεῖς καὶ πτηνοὶ τὴν διάνοιαν, ὑπὸ τὴν τούτου ἐξουσίαν βιοτεύοντες διετέλουν.