Ancient Greek · ~4 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ι
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 11-9
Not analysed yet
ὁ δὲ εἶπε πρός με· δανιὴλ, ἄνερ ἐπιθυμιῶν, σύνες ἐν τοῖς λόγοις τούτοις, οἷς ἐγὼ λαλῶ πρὸς σέ, καὶ στῆθι ἐπὶ τῇ στάσει σου, ὅτι νῦν ἀπεστάλην πρὸς σέ. πρόσεχέ φησιν ἀκριβῶς τοῖς ὑπ’ ἐμοῦ λεγομένοις καὶ τὸ δέος ἀποθέμενος μετὰ συνέσεως ἄκουε τῶν ῥηθησομένων· ταῦτα γὰρ ἀπεστάλην διδάξαί σε· ἐπειδὴ τῶν μὲν τοῦ σώματος ἐπιθυμιῶν κρείττων ἐφάνης, ἐραστὴς δὲ ἐγένου τῶν θείων καὶ φιλοστόργως δὲ περὶ τὸν λαὸν διακείμενος τὰ τούτοις συμβησόμενα μαθεῖν ἐπεθύμησας. καλεῖ δὲ αὐτὸν οὐ βαλτάσαρ, ἀλλὰ δανιήλ· τὸ μὲν γὰρ ἦν χαλδαίων, τὸ δὲ ἑβραίων ὄνομα· καὶ τὸ μὲν ὑπὸ εὐσεβῶν ἐτέθη, τὸ δὲ ὑπὸ δυσσεβῶν προσετέθη. σημαίνει δὲ τὸ δανιὴλ τῇ ἑλλάδι φωνῇ κρίσιν θεοῦ · ὡς εἶναι αὐτὸν καὶ φερώνυμον καὶ δι’ αὐτῶν κηρύττειν τῶν πραγμάτων, ὡς ὀρθῇ καὶ δικαίᾳ κρίσει χρώμενος ὁ θεὸς τῆς προφητικῆς αὐτὸν ἠξίωσε χάριτος καὶ τὰ πολλαῖς ὕστερον γενεαῖς ἐσόμενα δῆλα πεποίηκε. καὶ ἐν τῷ λαλῆσαι αὐτὸν πρός με τὸν λόγον ἀνέστην ἔντρομος. ἤρκεσε μὲν γὰρ ὁ λόγος ἀναστῆσαί με, παντελῶς δὲ τὸ δέος οὐκ ἀπεθέμην.