Ancient Greek · ~3 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ι
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 12-8
Not analysed yet
καὶ εἶπε πρός με· μὴ φοβοῦ, δανιήλ, ὅτι ἀπὸ τῆς πρώτης ἡμέρας, ἧς ἔδωκας τὴν καρδίαν σου τοῦ συνιέναι καὶ κακωθῆναι ἐναντίον κυρίου τοῦ θεοῦ σου, ἠκούσθησαν οἱ λόγοι σου καὶ ἐγὼ ἦλθον ἐν τοῖς λόγοις σου. ἐντεῦθεν διδασκόμεθα, ὅσον ἡμᾶς ἡ αὐθαίρετος ὀνίνησι κάκωσις. καὶ γὰρ ὁ μακάριος δανιὴλ κακώσας ἑαυτὸν τῇ αὐθαιρέτῳ νηστείᾳ καὶ τὸν κύριον ἐκζητήσας παραυτίκα πέπεικεν καὶ ὧν ἐπεπόθησεν ἔτυχεν. τοῦτο γὰρ καὶ ὁ ὀφθεὶς αὐτῷ δῆλον ποιεῖ· ἀπὸ γὰρ τῆς πρώτης φησὶν ἡμέρας, ἧς ἔδωκας τὴν καρδίαν σου συνιέναι καὶ κακωθῆναι ἐναντίον κυρίου τοῦ θεοῦ σου, ἠκούσθησαν οἱ λόγοι σου· τεκμήριον δὲ τούτου μέγιστον ἔχεις τὴν ἐμὴν παρουσίαν. ἐγὼ γὰρ ἦλθον φησὶν ἐν τοῖς λόγοις σου· ἀντὶ τοῦ διὰ τοὺς λόγους σου καὶ ἣν προσενήνοχας δέησιν.