Ancient Greek · ~2 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, ὅρασις α, τόμος β
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 13-2
Not analysed yet
τότε φησίν ,ὁ βασιλεὺς ἐν θυμῷ πολλῷ καὶ ὀργῇ εἶπεν ἀπολέσαι πάντας τοὺς σοφοὺς βαβυλῶνος . καὶ τὸ δόγμα ἐξῆλθε, καὶ οἰ σοφοὶ ἀπεκτείνοντο, καὶ ἐζήτησαν τὸν δανιὴλ καὶ τοὺς φίλους αὐτοῦ ἀνελεῖν . τυραννικὸν ἀλλ’ οὐ βασιλικὸν τὸ ἐγχείρημα, καὶ ἄδικον προφανῶς καὶ δικαιοσύνης ἔρημον. ἀλαζονεία γὰρ καὶ τῦφος προσλαβὼν ἐξουσίαν ὄλεθρον μηχανᾶται τοῖς ὑπηκόοις ἰουδαίοις. ἀλλ ̓ ὁ θειότατος δανιὴλ τὴν ἄδικον ταύτην σφαγὴν θεασάμενος πυνθάνεται τοῦ ἀριὼχ ,ὃς τὸν ὠμότατον τοῦτον ἐνεχειρίσθη φόνον, λέγων·