Ancient Greek · ~4 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, ὅρασις α, τόμος β
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 15-2
Not analysed yet
ἄρχων τοῦ βασιλέως περὶ τίνος ἐξῆλθεν ἡ γνώμη ἡ ἀναιδὴς ἐκ προσώπου τοῦ βασιλέως; ἠγνόει γὰρ, ὡς ἔοικεν, ἅτε δὴ μὴ κληθεὶς εἰς τὸν σύλλογον τῶν σοφῶν βαβυλῶνος. οὐδέπω γὰρ τὰ τρία παρεληλύθει ἔτη, ἐν οἷς αὐτοὺς τῇ βασιλικῇ τραφέντας τροφῇ μετὰ τὸν ῥητὸν τοῦτον χρόνον εἰσαχθῆναι αὐτοὺς προσεταξεν τῶν βαβυλωνίων ὁ βασιλεύς. εἰ δὲ πρὸ τούτων διηγήσατο τὸν λόγον, ὅτι καὶ εἰσῆλθον, καὶ τῶν ἄλλων προεκρίθησαν ἀμείνους ὀφθέντες, θαυμαζέτω μηδείς. ἐκεῖνο γὰρ τὸ διήγημα συμπερᾶναι βουληθεὶς, ἅπαντα σαφῶς ἐδίδαξε τὰ τηνικαῦτα συμβάντα. εἶτα μετὰβαίνει λοιπὸν ἐφ’ ἕτερον διήγημα τῶν ἐν τῷ μεταξὺ χρόνῳ γεγενημένων. ὅτι γὰρ οὐδέπω τῶν παῤῥησίαν ἐχόντων ἦν πρὸς τὸν βασιλέα, ἡνίκα τοὺς σοφοὺς συνήγαγε βαβυλῶνος, ἡ τῆς ἀδίκου σφαγῆς ἄγνοια μαρτυρεῖ. ταύτην γὰρ ἀγνοῶν τὴν αἰτίαν τὸν ἀριὼχ ἠρώτα. καὶ ἐπειδὴ ἔμαθε, θαῤῥεῖ μὲν τὴν πρὸς τὸν βασιλέα διάλεξιν, ἀξιοῖ δὲ αὐτὸν ὀλίγον αὐτῷ χρόνον ἐνδοῦναι εἰς τὴν τοῦ ἐνυπνίου ζήτησιν καὶ τῆς ἑρμηνείας τὴν εὕρεσιν. εἶτα διδάσκει ἡμᾶς τὸν τῆς εὑρέσεως τρόπον, οὐκ αὐτὸς φιλοτιμούμενος, ἀλλ ̓ ἡμᾶς ἐπὶ τὴν ὁμοίαν σπουδὴν ἐκκαλούμενος.