Ancient Greek · ~12 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ι
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 13.1
Not analysed yet
καὶ ὁ ἄρχων φησὶ βασιλείας περσῶν εἱστήκει ἐξ ἐναντίας μου εἴκοσι καὶ μίαν ἡμέραν. ἐν αὐτῇ φησι τῇ πρώτῃ ἡμέρᾳ τῆς προσευχῆς σου δεχθείσης σου τῆς ἱκετείας ἀπεστάλην πρὸς σέ· πάσας δὲ ταύτας τὰς ἡμέρας διεκώλυέ μου τὴν πρὸς σὲ ἄφιξιν ὁ τῆς τῶν περσῶν βασιλείας ἄρχων. καὶ ἰδοὺ μιχαὴλ εἷς τῶν ἀρχόντων τῶν πρώτων ἦλθε βοηθῆσαί μοι, καὶ αὐτὸν κατέλιπον ἐκεῖ μετὰ τοῦ ἄρχοντος βασιλέως περσῶν. ταῦτα σαφέστερον ἡμᾶς διδάσκει ὁ μακάριος . ὅτε γάρ φησι διεμέρισεν ὁ ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς ἀδὰμ ,ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ. καὶ ὁ κύριος ἐν τοῖς εὐαγγελίοις φησὶ τοῖς ἀποστόλοις· ὁρᾶτε, μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων, ὅτι οἱ ἄγγελοι αὐτῶν καθ’ ἡμέραν ὁρῶσι τὸ πρόσωπον τοῦ πατρός μου ἐν τοῖς οὐρανοῖς. καὶ ἄλλα δὲ πολλὰ τοιαῦτα ἐν τῇ θείᾳ γραφῇ. διδασκόμεθα τοίνυν ἐκ τούτων, ὡς τῶν ἀγγέλων μὲν ἕκαστος τὴν ἑκάστου ἡμῶν ἐπιμέλειαν ἐγκεχείρισται εἰς τὸ φρουρεῖν καὶ φυλάττειν καὶ τῶν τοῦ πονηροῦ δαίμονος ἐπιβουλῶν ἀπαλλάττειν · οἱ δὲ ἀρχάγγελοι τὰς τῶν ἐθνῶν ἐπιστασίας ἐνεπιστεύθησαν, ὡς ὁ μακάριος ἐδίδαξε μωυσῆς . συμφωνεῖ δὲ τούτοις καὶ ὁ μακάριος δανιήλ · λέγει γὰρ καὶ αὐτὸς τῆς βασιλείας περσῶν ἄρχοντα· καὶ πάλιν μετὰ βραχέα ἄρχοντα τῶν ἑλλήνων καὶ τὸν μιχαὴλ ἄρχοντα τοῦ ἰσραὴλ ἀποκαλεῖ. τούτων τοίνυν ἐντεῦθέν τε κἀκεῖθεν δήλων γεγενημένων ζητητέον τί δήποτε ὁ τῆς περσικῆς βασιλείας ἄρχων ἐναντιοῦσθαι ἐδόκει τῷ τὴν ὑπὲρ τοῦ λαοῦ ποιουμένῳ συνηγορίαν. ὅτι μὲν γὰρ παθῶν ἐστι τῶν ἀγγέλων ἡ φύσις ἀμείνων καὶ ἁγιωσύνης ἀνάπλεως, παντί που δῆλον, ὅτι δὲ καὶ τοῖς θείοις νεύμασιν ἀνενδοιάστως ἕπονται, καὶ τοῦτο πανταχόθεν ἔστι καταμαθεῖν. πῶς τοίνυν τῇ τῶν ἰσραηλιτῶν κηδεμονίᾳ ἐναντιοῦσθαι ἐδόκει τῆς περσῶν βασιλείας ὁ ἄρχων; ἀλλὰ γὰρ εἴ τις ἀκριβῶς κατανοεῖν ἐθελήσειεν, εὑρήσει τῶν εἰρημένων τὸν νοῦν· ὅ τε γὰρ τῶν περσῶν ἄρχων καὶ ὁ τῶν ἑλλήνων ἄρχων, τουτέστιν οἱ τὴν τούτων φυλακήν τε καὶ ἐπιμέλειαν ἐγκεχειρισμένοι, ἀναγκαίως ἅτε δὴ φιλοστόργως περὶ τούτους διακείμενοι, ὧν τὴν κηδεμονίαν εἶχον, καὶ τοῦ ἰσραὴλ δὲ τὴν παρανομίαν ὁρῶντες, ἐδυσχέραινον πλείονος αὐτοὺς βλέποντες ἀπολαύοντας προμηθείας. οὐ γὰρ ᾔδεισαν τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἐν τῷ θεῷ τῷ πάντα ποιήσαντι. μετὰ γὰρ τὴν τοῦ σωτῆρος ἡμῶν ἐνανθρώπησιν, ὡς ὁ μακάριος ἔφη παῦλος, ἐγνωρίσθη ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις διὰ τῆς ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ θεοῦ. τοῦτο τοίνυν τὸ μυστήριον ἀγνοοῦντες καὶ τὴν πολλὴν τοῦ θεοῦ περὶ τὸν ἰσραὴλ πρόνοιαν ὁρῶντες οἱ τῶν ἄλλων ἐθνῶν τὴν ἐπιμέλειαν πεπιστευμένοι ἐδυσχέραινον θεώμενοι μάλιστα μετὰ νόμον καὶ προφήτας καὶ τοσαύτην διδασκαλίαν τε καὶ κηδεμονίαν, χεῖρον τῶν ὑπ’ αὐτῶν ποιμαινομένων διακειμένους καὶ πλείοσιν ἐμπεφυρμένους κακοῖς. τοῦτο καὶ ὁ τῷ μακαρίῳ δανιὴλ ὀφθεὶς αἰνιττόμενος ἔλεγε· καὶ ὁ ἄρχων βασιλείας περσῶν εἱστήκει ἐξ ἐναντίας μου εἴκοσι καὶ μίαν ἡμέραν· ἀντὶ τοῦ ταύτας ἁπάσας τὰς ἡμέρας πείθων αὐτὸν διετέλουν, ὡς δικαίως ταύτης οὗτοι ἀξιοῦνται τῆς προμηθείας· συνηγόρει δέ μοι καὶ ὁ μιχαὴλ εἷς τῶν πρώτων ὑπάρχων ἀρχόντων. καὶ αὐτόν φησι κατέλιπον ἐκεῖ μετὰ τοῦ ἄρχοντος βασιλέως περσῶν.