Ancient Greek · ~2 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ι
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 14-7
Not analysed yet
καὶ ἦλθον συνετίσαι σε, ὅσα ἀπαντήσεται τῷ λαῷ σου τῶν ἡμερῶν, ὅτι ἰδοὺ ἡ ὅρασις εἰς ἡμέρας. καὶ ἐμοῦ δέ φησιν ἀφικομένου πρὸς σὲ ἐπὶ τῷ σε προδιδάξαι τὰ μετὰ πολὺν χρόνον συμβησόμενα τῷ λαῷ σου, ἐπέμεινεν ὁ μιχαὴλ τῷ ἄρχοντι βασιλείας περσῶν διαλεγόμενος. καὶ οὐχ ἁπλῶς εἶπε τῷ ἄρχοντι περσῶν, ἀλλὰ τῷ ἄρχοντι βασιλέως περσῶν ἀντὶ τοῦ καὶ αὐτοῦ τοῦ βασιλέως περσῶν τὴν ἀρχὴν πεπιστευμένῳ.