Ancient Greek · ~8 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ζ
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 14-4
Not analysed yet
ἐθεώρουν φησὶν ἐν ὁράματι τῆς νυκτός, καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ, ὡς υἱὸς ἀνθρώπου ἐρχόμενος ἦν, καὶ ἕως τοῦ παλαιοῦ τῶν ἡμερῶν ἔφθασε, καὶ ἐνώπιον αὐτοῦ προσηνέχθη αὐτῷ. καὶ αὐτῷ ἐδόθη ἡ ἀρχὴ καὶ ἡ τιμὴ καὶ ἡ βασιλεία· καὶ πάντες οἱ λαοὶ φυλαὶ γλῶσσαι αὐτῷ δουλεύσουσι· καὶ ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος, ἥτις οὐ παρελεύσεται, καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται. ἀληθῶς εἰς καιρὸν εἴποι τις ἂν πρὸς ἰουδαίους, ἃ πάλαι πρὸς αὐτοὺς ὁ προφήτης ἔλεγεν· ὄψις πόρνης ἐγένετό σοι, ἀπηναισχύντησας πρὸς πάντας. τί γὰρ τούτων σαφέστερον τῶν λόγων; εὐαγγελικῶς γὰρ τῷ ὄντι μᾶλλον καὶ ἀποστολικῶς, ἢ προφητικῶς καὶ αἰνιγματωδῶς, ταῦτα ὁ προφήτης ἐκήρυξεν. ὅπερ γὰρ ὁ κύριος ἐν τοῖς εὐαγγελίοις λέγει ὅτι ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ τῶν ἀγγέλων αὐτοῦ. καὶ ὁ μακάριος παῦλος ὅτι ὁ κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου, καὶ ἐν σάλπιγγι θεοῦ καταβήσεται ἀπ’ οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι, καὶ ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε σὺν κυρίῳ ἐσόμεθα· τοῦτο σαφῶς ἡμᾶς ἐδίδαξεν ὁ μακάριος δανιήλ ,τὴν δευτέραν τοῦ σωτῆρος ἐπιφάνειαν προθεσπίζων, υἱὸν μὲν ἀνθρώπου σαφῶς ἀποκαλῶν, δι’ ἣν ἀνέλαβε φύσιν· ἐρχόμενον δὲ ἐπὶ τῶν νεφελῶν, κατὰ τὴν οἰκείαν ὑπόσχεσιν, ἵνα δείξῃ τὴν ἐξουσίαν· λαμβάνοντα δὲ τὴν τιμὴν καὶ τὴν ἀρχὴν καὶ τὴν βασιλείαν παρὰ τοῦ παλαιοῦ τῶν ἡμερῶν, ὡς ἄνθρωπον. τοῦτο γὰρ καὶ ἐν τῷ δευτέρῳ ψαλμῷ ἐκ προσώπου αὐτοῦ τοῦ κυρίου ὁ μακάριος λέγει δαβίδ· κύριος εἶπε πρός με· υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε· αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. τοῦτο δὲ καὶ ὁ μακάριος λέγει δανιήλ · πάντες γάρ φησι λαοί, φυλαί, γλῶσσαι αὐτῷ δουλεύσουσι. καὶ δεικνὺς τὸ ἀτελεύτητον τῆς βασιλείας. ,ἡ ἐξουσία αὐτοῦ, φησίν, ἐξουσία αἰώνιος, ἥτις οὐ παρελεύσεται, καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται. οὕτως οὖν γράψας τὴν ἀποκάλυψιν, ἐπήγαγεν