Ancient Greek · ~2 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ζ
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 12-5
Not analysed yet
καὶ τῶν λοιπῶν δὲ θηρίων μετεστάθη ἡ ἀρχή, καὶ μακαριότης ζωῆς ἐδόθη αὐτοῖς ἕως καιροῦ καὶ καιροῦ. τῶν γάρ, φησίν, ἄλλων θηρίων ἤδη ἐπέπαυτο ἡ ἀρχή, εἰ καὶ πολλῶν ἐτῶν περίοδον ἐν τῷ κρατεῖν καταναλωσάντων· φανερὸς γὰρ ἑκάστῳ εἰς τὸ βασιλεύειν ὡρίσθη καιρός. τούτων δέ φησιν οὕτω γινομένων, καὶ τῶν μὲν ἄλλων βασιλεῶν ἤδη πρότερον παυσαμένων, τῶν δὲ τῆς τετάρτης βασιλείας τιμωρίας ἀξίων τῷ πυρὶ παραδοθέντων.