Ancient Greek · ~7 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, λόγος τρίτος
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 15-3
Not analysed yet
ἐὰν γάρ, φησί ,μὴ προσκυνήσητε, αὐτῇ τῇ ὥρᾳ ἐμβληθήσεσθε εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην. ἔπειτα τὴν ἄῤῥητον ἐκείνην καὶ θηριώδη βλασφημίαν τολμᾷ· καὶ τίς ἐστιν ὁ θεός, ὃς ἐξελεῖται ὑμᾶς ἐκ τῶν χειρῶν μου; οὕτω ταχέως ὃν ὡμολόγησεν ἐβλασφήμησε καὶ ὃν θεὸν θεῶν ἀπεκάλεσε καὶ ἀνθρώπου ἀσθενέστερον ὑπέλαβεν εἶναι· ὃν κύριον βασιλέων προσηγόρευσε, νικᾶν ὁ δείλαιος ἐνεανιεύσατο. προγονικὰ δὲ αὐτῷ τὰ τοιαῦτα τολμήματα καὶ γὰρ ὁ σεναχηρεὶμ ἐκεῖνος στρατείᾳ μεγίστῃ κατὰ τῆς ιερουσαλὴμ χρησάμενος ἐπιστέλλων τῷ ἐζεκίᾳ τοιαῦτα ἐφθέγξατο· μή σε ἀπατάτω ὁ θεός σου, ἐφ’ ᾧ σὺ πέποιθας ἐπ’ αὐτῷ, ὅτι ῥύσεται τὴν ἱερουσαλὴμ ἐκ χειρός μου. μὴ ἐῤῥύσαντο θεοὶ τῶν ἐθνῶν ἕκαστος τὴν ἑαυτοῦ χώραν ἐκ χειρός μου; ποῦ ὁ θεὸς ἐμὰθ, καὶ ποῦ ὁ θεὸς ἀρφὰδ καὶ ποῦ ὁ θεὸς τῆς πόλεως σεπφαρίμ μὴ ἠδυνήθησαν ῥύσασθαι σαμάρειαν ἐκ χειρός μου; ὅτι ῥύσεται κύριος τὴν ἱερουσαλὴμ ἐκ χειρός μου; ἀλλ’ εὐθὺς καὶπαραχρῆμα ἔλαβε τῆς βλασφημίας τὰ ἐπίχειρα, καὶ αἱ πολλαὶ μὲν ἐκεῖναι μυριάδες ὑφ ̓ἑνὸς ἀνηρέθησαν ἀγγέλου· αὐτὸς δὲ φυγὼν καὶ τὴν ἐνεγκοῦσαν καταλαβὼν σφαγέας οὓς ἐγέννησεν, ἔσχηκεν . ἐπειδὴ γὰρ κατὰ τοῦ ποιητοῦ τὴν γλῶτταν ἐκίνησε, δέχεται τὴν σφαγὴν παρὰ ἀνθρώπων, οὒς ἐγέννησεν. ἀλλ ̓ οὐδὲ τούτου τὸ παράδειγμα τοῦ ναβουχοδονόσορ ἐχαλίνωσε τὴν γλῶτταν οὔτε τὸ ἐνύπνιον ἐκεῖνο τὰς τῶνβασιλέων ὑποδεῖξαν διαδοχὰς ἐδίδαξε σωφρονεῖν, ἀλλ ̓ ἔμεινε κατὰ τοῦ πεποιηκότος λυττῶν ἀντιστρατεύει δὲ αὐτῷ ὁ θεὸς οὐκ ἄγγελον, ὅπερ ἐπὶ τοῦ σενναχειρὶμ ἐκείνου πεποίηκεν, ἀλλὰ τρία παιδάρια αἰχμάλωτα, δοριάλωτα, τὴν ξένηνοἰκεῖν ἠναγκασμένα τὸν τῆς δουλείας ἕλκοντα ζυγὸν, νέαν ἄγοντα τὴν ἡλικίαν ἐν αὐτῷ ὄντα τῷ ἔαρι τοῦ χρόνου· οὗτοι γὰρ παραυτίκα τῆς λύττης ἐκείνης καὶ μανικῆς βλασφημίας ἀκούσαντες, θυμοῦ καὶ ζήλου πλήρεις ἐγένοντο, καὶ ἀπεκρίθησαν καὶ εἶπον τῷ βασιλεῖ·