Ancient Greek · ~5 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, λόγος τρίτος
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 12-2
Not analysed yet
εἰσὶν ἄνδρες ἰουδαῖοι, οὓς κατέστησας ἐπὶ τὰ ἔργα τῆς χώρας βαβυλῶνος ,σεδρὰχ ,μισὰχ ,καὶ ἀβδεναγώ · οἱ ἄνδρες ἐκεῖνοι οὐχ ὑπήκουσαν τῷ δόγματί σου, βασιλεῦ καὶ τόν τε οἰκεῖον φθόνον διὰ τούτων παραδηλοῦσι τοῦ τε βασιλέως ἐξάπτουσι τὴν ὀργὴν, αἰνιττόμενοι διὰ τούτων καὶ μονονουχὶ λέγοντες· ὅρα τίνας ἡμῶν προτετίμηκας, τίσι τῶν βαβυλωνίων τὴν ἡγεμονίαν ἐπίστευσας, οἳ οὐδὲ τῆς τιμῆς τὸ μέγεθος εἰς νοῦν λαβεῖν ἠβουλήθησαν, καὶ εὐγνώμονες περὶ τὸν τετιμηκότα γενέσθαι, ἀλλὰ τῆς τιμῆς τὸ μέγεθος ἀτιμίας ἀφορμὴν ἐποιήσαντο, ἀντικρὺς τοῖς σοῖς ἀντιλέγοντες νόμοις καὶ τὰ σὰ πληροῦν οὐκ ἀνεχόμενοι δόγματα. καὶ οὐκ ἐντεῦθεν δὲ μόνον ἔστι θεωρῆσαι τὸ τυραννικόν τε καὶ ἄγνωμον· ἀλλὰ καὶ ἑτέρωθεν καταμαθεῖν δυνατόν, ὡς οὐδὲν δρῶσιν ὑπηκόοις ἁρμόττον· οὓς γὰρ νομίζεις θεοὺς, οὐ νομίζουσιν καὶ τὴν προσήκουσαν λατρείαν τοῖς ὑπὸ σοῦ προσκυνουμένοις θεοῖς οὐ προσφέρουσι· καὶ τῆς εἰκόνος δὲ τὴν προσκύνησιν, ἣν ἅπαντες οἱ ἀρχόμενοι προσενηνόχασιν, ἠρνήθησαν προφανῶς τούτων ἀκούσας ὁ φρενοβλαβὴς ἐκεῖνος βασιλεὺς καὶ ἐπιλαθόμενος τῶν ὑπ ̓ αὐτοῦ πρὸς τὸν δανιὴλ εἰρημένων, ἐπ’ ἀληθείας ὁ θεὸς ὑμῶν οὗτός ἐστι θεὸς τῶν θεῶν, καὶ κύριος τῶν βασιλέων, ἄγει τοὺς ἄνδρας εἰς μέσον πυνθάνεται δὲ εἰ τῷ ὄντι κοινωνεῖν αὐτῷ τῆς τῶνθεῶν οὐκ ἐθέλουσι θεραπείας καὶ τῆς εἰκόνος φεύγουσι τὴν προσκύνησιν. εἶτα παραινεῖ καὶ συμβουλεύει τούτοις τοῦτο ποιεῖν, τῇ τοῦ πυρὸς ἀπειλῇ δεδιττόμενος.